Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πάντες ὁμῶς , αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν:
ὥς θ᾽ ἵκετ᾽ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
δή μιν κατέρυκε , λιλαιομένη πόσιν εἶναι,
335
ἐν σπέσσι γλαφυροῖσι , καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα:
ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν:
ἠδ᾽ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
340
καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
τοῦτ᾽ ἄρα δεύτατον εἶπεν ἔπος , ὅτε οἱ γλυκὺς ὕπνος
λυσιμελὴς ἐπόρουσε , λύων μελεδήματα θυμοῦ.
δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη:
345
ὁππότε δή ῥ᾽ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
αὐτίκ᾽ ἀπ᾽ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
ὦρσεν , ἵν᾽ ἀνθρώποισι φόως φέροι : ὦρτο δ᾽ Ὀδυσσεὺς
εὐνῆς ἐκ μαλακῆς , ἀλόχῳ δ᾽ ἐπὶ μῦθον ἔτελλεν:
350
γύναι , ἤδη μὲν πολέων κεκορήμεθ᾽ ἀέθλων
ἀμφοτέρω , σὺ μὲν ἐνθάδ᾽ ἐμὸν πολυκηδέα νόστον
κλαίουσ᾽ . αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης:
νῦν δ᾽ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ᾽ εὐνήν,
355
κτήματα μὲν τά μοι ἔστι , κομιζέμεν ἐν μεγάροισι,
μῆλα δ᾽ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι , ἄλλα δ᾽ Ἀχαιοὶ
δώσουσ᾽ , εἰς κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
ἀλλ᾽ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
360
ὀψόμενος πατέρ᾽ ἐσθλόν , μοι πυκινῶς ἀκάχηται:
σοὶ δέ , γύναι , τάδ᾽ ἐπιτέλλω , πινυτῇ περ ἐούσῃ: