Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
302
ἡ μὲν ὅσ᾽ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
303
ἀνδρῶν μνηστήρων ἐσορῶσ᾽ ἀΐδηλον ὅμιλον,
304
οἳ ἕθεν εἵνεκα πολλά , βόας καὶ ἴφια μῆλα,
305
ἔσφαζον , πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος:
306
αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδε᾽ ἔθηκεν
307
ἀνθρώποις ὅσα τ᾽ αὐτὸς ὀϊζύσας ἐμόγησε,
308
πάντ᾽ ἔλεγ᾽ : ἡ δ᾽ ἄρ᾽ ἐτέρπετ᾽ ἀκούουσ᾽ , οὐδέ οἱ ὕπνος
309
πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
310
ἤρξατο δ᾽ ὡς πρῶτον Κίκονας δάμασ᾽ , αὐτὰρ ἔπειτα
311
ἦλθ᾽ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν:
312
ἠδ᾽ ὅσα Κύκλωψ ἔρξε , καὶ ὡς ἀπετίσατο ποινὴν
313
ἰφθίμων ἑτάρων , οὓς ἤσθιεν οὐδ᾽ ἐλέαιρεν:
314
ἠδ᾽ ὡς Αἴολον ἵκεθ᾽ , ὅ μιν πρόφρων ὑπέδεκτο
315
καὶ πέμπ᾽ , οὐδέ πω αἶσα φίλην ἐς πατρίδ᾽ ἱκέσθαι
316
ἤην , ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
317
πόντον ἐπ᾽ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα:
318
ἠδ᾽ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
319
οἳ νῆάς τ᾽ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
320
πάντας : Ὀδυσσεὺς δ᾽ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ:
321
καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
322
ἠδ᾽ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
323
ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
324
νηῒ πολυκλήϊδι , καὶ εἴσιδε πάντας ἑταίρους
325
μητέρα θ᾽ , ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα:
326
ἠδ᾽ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
327
ὥς θ᾽ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
328
Σκύλλην θ᾽ , ἣν οὔ πώ ποτ᾽ ἀκήριοι ἄνδρες ἄλυξαν:
329
ἠδ᾽ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι:
330
ἠδ᾽ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
331
Ζεὺς ὑψιβρεμέτης , ἀπὸ δ᾽ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι