Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐδ᾽ εὐήρε᾽ ἐρετμά , τά τε πτερὰ νηυσὶ πέλονται.
σῆμα δέ μοι τόδ᾽ ἔειπεν ἀριφραδές , οὐδέ σε κεύσω:
ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
275
φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
καὶ τότε μ᾽ ἐν γαίῃ πήξαντ᾽ ἐκέλευεν ἐρετμόν,
ἔρξανθ᾽ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
ἀρνειὸν ταῦρόν τε συῶν τ᾽ ἐπιβήτορα κάπρον,
οἴκαδ᾽ ἀποστείχειν , ἔρδειν θ᾽ ἱερὰς ἑκατόμβας
280
ἀθανάτοισι θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
πᾶσι μάλ᾽ ἑξείης : θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται , ὅς κέ με πέφνῃ
γήρας ὕπο λιπαρῷ ἀρημένον : ἀμφὶ δὲ λαοὶ
ὄλβιοι ἔσσονται : τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.”
285
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
τόφρα δ᾽ ἄρ᾽ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
290
ἐσθῆτος μαλακῆς , δαΐδων ὕπο λαμπομενάων.
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
τοῖσιν δ᾽ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
ἐρχομένοισι λέχοσδε , δάος μετὰ χερσὶν ἔχουσα:
295
ἐς θάλαμον δ᾽ ἀγαγοῦσα πάλιν κίεν . οἱ μὲν ἔπειτα
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο:
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
παῦσαν ἄρ᾽ ὀρχηθμοῖο πόδας , παῦσαν δὲ γυναῖκας,
αὐτοὶ δ᾽ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
300
τὼ δ᾽ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
τερπέσθην μύθοισι , πρὸς ἀλλήλους ἐνέποντε,