Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ οὐκ ἔσθ᾽ ὅδε μῦθος ἐτήτυμος , ὡς ἀγορεύεις,
ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
65
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν , ὅτις σφέας εἰσαφίκοιτο:
τῷ δι᾽ ἀτασθαλίας ἔπαθον κακόν : αὐτὰρ Ὀδυσσεὺς
ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος , ὤλετο δ᾽ αὐτός.”
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια:
70
τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
πόσιν ἔνδον ἐόντα παρ᾽ ἐσχάρῃ οὔ ποτ᾽ ἔφησθα
οἴκαδ᾽ ἐλεύσεσθαι : θυμὸς δέ τοι αἰὲν ἄπιστος.
ἀλλ᾽ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
οὐλήν , τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
75
τὴν ἀπονίζουσα φρασάμην , ἔθελον δὲ σοὶ αὐτῇ
εἰπέμεν : ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
ἀλλ᾽ ἕπευ : αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
αἴ κέν σ᾽ ἐξαπάφω , κτεῖναί μ᾽ οἰκτίστῳ ὀλέθρῳ.”
80
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια:
μαῖα φίλη , χαλεπόν σε θεῶν αἰειγενετάων
δήνεα εἴρυσθαι , μὰλα περ πολύϊδριν ἐοῦσαν.
ἀλλ᾽ ἔμπης ἴομεν μετὰ παῖδ᾽ ἐμόν , ὄφρα ἴδωμαι
ἄνδρας μνηστῆρας τεθνηότας , ἠδ᾽ ὃς ἔπεφνεν.”
85
ὣς φαμένη κατέβαιν᾽ ὑπερώϊα : πολλὰ δέ οἱ κῆρ
ὥρμαιν᾽ , ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
δ᾽ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
ἕζετ᾽ ἔπειτ᾽ Ὀδυσῆος ἐναντίη , ἐν πυρὸς αὐγῇ,
90
τοίχου τοῦ ἑτέρου : δ᾽ ἄρα πρὸς κίονα μακρὴν
ἧστο κάτω ὁρόων , ποτιδέγμενος εἴ τί μιν εἴποι