Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
ἀνδρῶν μνηστήρων : ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
καλὴν χρυσείην , τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει , τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει:
5
τῇ ῥ᾽ ἄγε κινήσας , ταὶ δὲ τρίζουσαι ἕποντο.
ὡς δ᾽ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
τρίζουσαι ποτέονται , ἐπεί κέ τις ἀποπέσῃσιν
ὁρμαθοῦ ἐκ πέτρης , ἀνά τ᾽ ἀλλήλῃσιν ἔχονται,
ὣς αἱ τετριγυῖαι ἅμ᾽ ἤϊσαν : ἦρχε δ᾽ ἄρα σφιν
10
Ἑρμείας ἀκάκητα κατ᾽ εὐρώεντα κέλευθα.
πὰρ δ᾽ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
ἠδὲ παρ᾽ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
ἤϊσαν : αἶψα δ᾽ ἵκοντο κατ᾽ ἀσφοδελὸν λειμῶνα,
ἔνθα τε ναίουσι ψυχαί , εἴδωλα καμόντων.
15
εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
Αἴαντός θ᾽ , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐδαο
ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον : ἀγχίμολον δὲ
20
ἤλυθ᾽ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
ἀχνυμένη : περὶ δ᾽ ἄλλαι ἀγηγέραθ᾽ , ὅσσαι ἅμ᾽ αὐτῷ
οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος:
“Ἀτρεΐδη , περὶ μέν σ᾽ ἔφαμεν Διὶ τερπικεραύνῳ
25
ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
δήμῳ ἔνι Τρώων , ὅθι πάσχομεν ἄλγε᾽ Ἀχαιοί.
ἦ τ᾽ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
μοῖρ᾽ ὀλοή , τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
30
ὡς ὄφελες τιμῆς ἀπονήμενος , ἧς περ ἄνασσες,
δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν:
τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤρα᾽ ὀπίσσω:
νῦν δ᾽ ἄρα σ᾽ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.”
35
τὸν δ᾽ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο:
“ὄλβιε Πηλέος υἱέ , θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ,
ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος : ἀμφὶ δέ σ᾽ ἄλλοι
κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
μαρνάμενοι περὶ σεῖο : σὺ δ᾽ ἐν στροφάλιγγι κονίης
40
κεῖσο μέγας μεγαλωστί , λελασμένος ἱπποσυνάων.
ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθ᾽ : οὐδέ κε πάμπαν
παυσάμεθα πτολέμου , εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
αὐτὰρ ἐπεί σ᾽ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
κάτθεμεν ἐν λεχέεσσι , καθήραντες χρόα καλὸν
45
ὕδατί τε λιαρῷ καὶ ἀλείφατι : πολλὰ δέ σ᾽ ἀμφὶ
δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
μήτηρ δ᾽ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
ἀγγελίης ἀΐουσα : βοὴ δ᾽ ἐπὶ πόντον ὀρώρει
θεσπεσίη , ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς:
50
καί νύ κ᾽ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
“ἴσχεσθ᾽ , Ἀργεῖοι , μὴ φεύγετε , κοῦροι Ἀχαιῶν:
55
μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
ἔρχεται , οὗ παιδὸς τεθνηότος ἀντιόωσα.”
“ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί:
ἀμφὶ δέ σ᾽ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
οἴκτρ᾽ ὀλοφυρόμεναι , περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν.
60
Μοῦσαι δ᾽ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
θρήνεον : ἔνθα κεν οὔ τιν᾽ ἀδάκρυτόν γ᾽ ἐνόησας
Ἀργείων : τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τ᾽ ἄνθρωποι:
65
ὀκτωκαιδεκάτῃ δ᾽ ἔδομεν πυρί , πολλὰ δέ σ᾽ ἀμφὶ
μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
καίεο δ᾽ ἔν τ᾽ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
καὶ μέλιτι γλυκερῷ : πολλοὶ δ᾽ ἥρωες Ἀχαιοὶ
τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
70
πεζοί θ᾽ ἱππῆές τε : πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει
αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
ἠῶθεν δή τοι λέγομεν λεύκ᾽ ὀστέ᾽ , Ἀχιλλεῦ,
οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι : δῶκε δὲ μήτηρ
χρύσεον ἀμφιφορῆα : Διωνύσοιο δὲ δῶρον
75
φάσκ᾽ ἔμεναι , ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
ἐν τῷ τοι κεῖται λεύκ᾽ ὀστέα , φαίδιμ᾽ Ἀχιλλεῦ,
μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
χωρὶς δ᾽ Ἀντιλόχοιο , τὸν ἔξοχα τῖες ἁπάντων
τῶν ἄλλων ἑτάρων , μετὰ Πάτροκλόν γε θανόντα.
80
ἀμφ᾽ αὐτοῖσι δ᾽ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
ἀκτῇ ἔπι προὐχούσῃ , ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
85
μήτηρ δ᾽ αἰτήσασα θεοὺς περικαλλέ᾽ ἄεθλα
θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
ἡρώων , ὅτε κέν ποτ᾽ ἀποφθιμένου βασιλῆος
ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα:
90
ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
οἷ᾽ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ᾽ ἄεθλα,
ἀργυρόπεζα Θέτις : μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομ᾽ ὤλεσας , ἀλλά τοι αἰεὶ
πάντας ἐπ᾽ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν , Ἀχιλλεῦ,
95
αὐτὰρ ἐμοὶ τί τόδ᾽ ἦδος , ἐπεὶ πόλεμον τολύπευσα;
ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
ἀγχίμολον δέ σφ᾽ ἦλθε διάκτορος ἀργεϊφόντης,
100
ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
τὼ δ᾽ ἄρα θαμβήσαντ᾽ ἰθὺς κίον , ὡς ἐσιδέσθην.
ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
παῖδα φίλον Μελανῆος , ἀγακλυτὸν Ἀμφιμέδοντα:
ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
105
τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο:
“Ἀμφίμεδον , τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
πάντες κεκριμένοι καὶ ὁμήλικες ; οὐδέ κεν ἄλλως
κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
ἦ ὔμμ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
110
ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου
βοῦς περιταμνομένους ἠδ᾽ οἰῶν πώεα καλά,
ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
εἰπέ μοι εἰρομένῳ : ξεῖνος δέ τοι εὔχομαι εἶναι.
115
ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
Ἴλιον εἰς ἅμ᾽ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
μηνὶ δ᾽ ἄρ᾽ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.”
120
τὸν δ᾽ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος:
“Ἀτρεΐδη κύδιστε , ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
μέμνημαι τάδε πάντα , διοτρεφές , ὡς ἀγορεύεις:
σοὶ δ᾽ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
ἡμετέρου θανάτοιο κακὸν τέλος , οἷον ἐτύχθη.
125
μνώμεθ᾽ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα:
ἡ δ᾽ οὔτ᾽ ἠρνεῖτο στυγερὸν γάμον οὔτ᾽ ἐτελεύτα,
ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
ἀλλὰ δόλον τόνδ᾽ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε:
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
130
λεπτὸν καὶ περίμετρον : ἄφαρ δ᾽ ἡμῖν μετέειπε:
“‘κοῦροι ἐμοὶ μνηστῆρες , ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον , εἰς ὅ κε φᾶρος
ἐκτελέσω , μή μοι μεταμώνια νήματ᾽ ὄληται,
Λαέρτῃ ἥρωϊ ταφήϊον , εἰς ὅτε κέν μιν
135
μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.’
“ὣς ἔφαθ᾽ , ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
140
νύκτας δ᾽ ἀλλύεσκεν , ἐπεὶ δαΐδας παραθεῖτο.
ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς:
ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
μηνῶν φθινόντων , περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,
καὶ τότε δή τις ἔειπε γυναικῶν , ἣ σάφα ᾔδη,
145
καὶ τήν γ᾽ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ᾽ , ὑπ᾽ ἀνάγκης.
“εὖθ᾽ ἡ φᾶρος ἔδειξεν , ὑφήνασα μέγαν ἱστόν,
πλύνασ᾽ , ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
καὶ τότε δή ῥ᾽ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
150
ἀγροῦ ἐπ᾽ ἐσχατιήν , ὅθι δώματα ναῖε συβώτης.
ἔνθ᾽ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ:
τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
ἵκοντο προτὶ ἄστυ περικλυτόν , ἦ τοι Ὀδυσσεὺς
155
ὕστερος , αὐτὰρ Τηλέμαχος πρόσθ᾽ ἡγεμόνευε.
τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματ᾽ ἔχοντα,
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
σκηπτόμενον : τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο:
οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
160
ἐξαπίνης προφανέντ᾽ , οὐδ᾽ οἳ προγενέστεροι ἦσαν,
ἀλλ᾽ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ:
ἀλλ᾽ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
165
σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε᾽ ἀείρας
ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
170
οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
νευρὴν ἐντανύσαι , πολλὸν δ᾽ ἐπιδευέες ἦμεν.
ἀλλ᾽ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
ἔνθ᾽ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
τόξον μὴ δόμεναι , μηδ᾽ εἰ μάλα πολλ᾽ ἀγορεύοι:
175
Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
ῥηϊδίως δ᾽ ἐτάνυσσε βιόν , διὰ δ᾽ ἧκε σιδήρου,
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών , ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς
δεινὸν παπταίνων , βάλε δ᾽ Ἀντίνοον βασιλῆα.
180
αὐτὰρ ἔπειτ᾽ ἄλλοις ἐφίει βέλεα στονόεντα,
ἄντα τιτυσκόμενος : τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.
γνωτὸν δ᾽ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν:
αὐτίκα γὰρ κατὰ δώματ᾽ ἐπισπόμενοι μένεϊ σφῷ
κτεῖνον ἐπιστροφάδην , τῶν δὲ στόνος ὤρνυτ᾽ ἀεικὴς
185
κράτων τυπτομένων , δάπεδον δ᾽ ἅπαν αἵματι θῦεν.
ὣς ἡμεῖς , Ἀγάμεμνον , ἀπωλόμεθ᾽ , ὧν ἔτι καὶ νῦν
σώματ᾽ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος:
οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ᾽ ἑκάστου,
οἵ κ᾽ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
190
κατθέμενοι γοάοιεν : ὃ γὰρ γέρας ἐστὶ θανόντων.”
τὸν δ᾽ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο:
“ὄλβιε Λαέρταο πάϊ , πολυμήχαν᾽ Ὀδυσσεῦ,
ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
195
κούρῃ Ἰκαρίου : ὡς εὖ μέμνητ᾽ Ὀδυσῆος,
ἀνδρὸς κουριδίου : τῷ οἱ κλέος οὔ ποτ᾽ ὀλεῖται
ἧς ἀρετῆς , τεύξουσι δ᾽ ἐπιχθονίοισιν ἀοιδὴν
ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
200
κουρίδιον κτείνασα πόσιν , στυγερὴ δέ τ᾽ ἀοιδὴ
ἔσσετ᾽ ἐπ᾽ ἀνθρώπους , χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
θηλυτέρῃσι γυναιξί , καὶ ἥ κ᾽ εὐεργὸς ἔῃσιν.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
ἑσταότ᾽ εἰν Ἀΐδαο δόμοις , ὑπὸ κεύθεσι γαίης:
205
οἱ δ᾽ ἐπεὶ ἐκ πόλιος κατέβαν , τάχα δ᾽ ἀγρὸν ἵκοντο
καλὸν Λαέρταο τετυγμένον , ὅν ῥά ποτ᾽ αὐτὸς
Λαέρτης κτεάτισσεν , ἐπεὶ μάλα πόλλ᾽ ἐμόγησεν.
ἔνθα οἱ οἶκος ἔην , περὶ δὲ κλίσιον θέε πάντη,
ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
210
δμῶες ἀναγκαῖοι , τοί οἱ φίλα ἐργάζοντο.
ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν , ἥ ῥα γέροντα
ἐνδυκέως κομέεσκεν ἐπ᾽ ἀγροῦ , νόσφι πόληος.
ἔνθ᾽ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν:
“ὑμεῖς μὲν νῦν ἔλθετ᾽ ἐϋκτίμενον δόμον εἴσω,
215
δεῖπνον δ᾽ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος:
αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
αἴ κέ μ᾽ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
ἦέ κεν ἀγνοιῇσι , πολὺν χρόνον ἀμφὶς ἐόντα.”
ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε᾽ ἔδωκεν.
220
οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον , αὐτὰρ Ὀδυσσεὺς
ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
οὐδ᾽ εὗρεν Δολίον , μέγαν ὄρχατον ἐσκαταβαίνων,
οὐδέ τινα δμώων οὐδ᾽ υἱῶν : ἀλλ᾽ ἄρα τοί γε
αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
225
ᾤχοντ᾽ , αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
τὸν δ᾽ οἶον πατέρ᾽ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
λιστρεύοντα φυτόν : ῥυπόωντα δὲ ἕστο χιτῶνα
ῥαπτὸν ἀεικέλιον , περὶ δὲ κνήμῃσι βοείας
κνημῖδας ῥαπτὰς δέδετο , γραπτῦς ἀλεείνων,
230
χειρῖδάς τ᾽ ἐπὶ χερσὶ βάτων ἕνεκ᾽ : αὐτὰρ ὕπερθεν
αἰγείην κυνέην κεφαλῇ ἔχε , πένθος ἀέξων.
τὸν δ᾽ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
γήραϊ τειρόμενον , μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
στὰς ἄρ᾽ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
235
μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
κύσσαι καὶ περιφῦναι ἑὸν πατέρ᾽ , ἠδὲ ἕκαστα
εἰπεῖν , ὡς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
ἦ πρῶτ᾽ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
240
πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε:
τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός:
“ὦ γέρον , οὐκ ἀδαημονίη σ᾽ ἔχει ἀμφιπολεύειν
245
ὄρχατον , ἀλλ᾽ εὖ τοι κομιδὴ ἔχει , οὐδέ τι πάμπαν,
οὐ φυτόν , οὐ συκέη , οὐκ ἄμπελος , οὐ μὲν ἐλαίη,
οὐκ ὄγχνη , οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
ἄλλο δέ τοι ἐρέω , σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
αὐτόν σ᾽ οὐκ ἀγαθὴ κομιδὴ ἔχει , ἀλλ᾽ ἅμα γῆρας
250
λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ᾽ οὔ σε κομίζει,
οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
εἶδος καὶ μέγεθος : βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
τοιούτῳ δὲ ἔοικας , ἐπεὶ λούσαιτο φάγοι τε,
255
εὑδέμεναι μαλακῶς : ἡ γὰρ δίκη ἐστὶ γερόντων.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
τεῦ δμὼς εἶς ἀνδρῶν ; τεῦ δ᾽ ὄρχατον ἀμφιπολεύεις;
καὶ μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ,
εἰ ἐτεόν γ᾽ Ἰθάκην τήνδ᾽ ἱκόμεθ᾽ , ὥς μοι ἔειπεν
260
οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ᾽ ἰόντι,
οὔ τι μάλ᾽ ἀρτίφρων , ἐπεὶ οὐ τόλμησεν ἕκαστα
εἰπεῖν ἠδ᾽ ἐπακοῦσαι ἐμὸν ἔπος , ὡς ἐρέεινον
ἀμφὶ ξείνῳ ἐμῷ , ἤ που ζώει τε καὶ ἔστιν
ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
265
ἐκ γάρ τοι ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
ἄνδρα ποτ᾽ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
ἡμέτερόνδ᾽ ἐλθόντα , καὶ οὔ πω τις βροτὸς ἄλλος
ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα:
εὔχετο δ᾽ ἐξ Ἰθάκης γένος ἔμμεναι , αὐτὰρ ἔφασκε
270
Λαέρτην Ἀρκεισιάδην πατέρ᾽ ἔμμεναι αὐτῷ.
τὸν μὲν ἐγὼ πρὸς δώματ᾽ ἄγων ἐῢ ἐξείνισσα,
ἐνδυκέως φιλέων , πολλῶν κατὰ οἶκον ἐόντων,
καί οἱ δῶρα πόρον ξεινήϊα , οἷα ἐῴκει.
χρυσοῦ μέν οἱ δῶκ᾽ εὐεργέος ἑπτὰ τάλαντα,
275
δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας , τόσσους δὲ τάπητας,
τόσσα δὲ φάρεα καλά , τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας,
χωρὶς δ᾽ αὖτε γυναῖκας , ἀμύμονα ἔργα ἰδυίας,
τέσσαρας εἰδαλίμας , ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.”
280
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων:
“ξεῖν᾽ , ἦ τοι μὲν γαῖαν ἱκάνεις , ἣν ἐρεείνεις,
ὑβρισταὶ δ᾽ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν:
δῶρα δ᾽ ἐτώσια ταῦτα χαρίζεο , μυρί᾽ ὀπάζων:
εἰ γάρ μιν ζωόν γ᾽ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
285
τῷ κέν σ᾽ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις , ὅς τις ὑπάρξῃ.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
πόστον δὴ ἔτος ἐστίν , ὅτε ξείνισσας ἐκεῖνον
σὸν ξεῖνον δύστηνον , ἐμὸν παῖδ᾽ , εἴ ποτ᾽ ἔην γε,
290
δύσμορον ; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
ἠέ που ἐν πόντῳ φάγον ἰχθύες , ἢ ἐπὶ χέρσου
θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ᾽ : οὐδέ ἑ μήτηρ
κλαῦσε περιστείλασα πατήρ θ᾽ , οἵ μιν τεκόμεσθα:
οὐδ᾽ ἄλοχος πολύδωρος , ἐχέφρων Πηνελόπεια,
295
κώκυσ᾽ ἐν λεχέεσσιν ἑὸν πόσιν , ὡς ἐπεῴκει,
ὀφθαλμοὺς καθελοῦσα : τὸ γὰρ γέρας ἐστὶ θανόντων.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ:
τίς πόθεν εἶς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες;
ποῦ δὲ νηῦς ἕστηκε θοή , ἥ σ᾽ ἤγαγε δεῦρο
300
ἀντιθέους θ᾽ ἑτάρους ; ἦ ἔμπορος εἰλήλουθας
νηὸς ἐπ᾽ ἀλλοτρίης , οἱ δ᾽ ἐκβήσαντες ἔβησαν;”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
“τοιγὰρ ἐγώ τοι πάντα μάλ᾽ ἀτρεκέως καταλέξω.
εἰμὶ μὲν ἐξ Ἀλύβαντος , ὅθι κλυτὰ δώματα ναίω,
305
υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος:
αὐτὰρ ἐμοί γ᾽ ὄνομ᾽ ἐστὶν Ἐπήριτος : ἀλλά με δαίμων
πλάγξ᾽ ἀπὸ Σικανίης δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα:
νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος.
αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
310
ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
δύσμορος : ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
δεξιοί , οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
χαῖρε δὲ κεῖνος ἰών : θυμὸς δ᾽ ἔτι νῶϊν ἐώλπει
μίξεσθαι ξενίῃ ἠδ᾽ ἀγλαὰ δῶρα διδώσειν.”
315
ὣς φάτο , τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα:
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλῆς πολιῆς , ἁδινὰ στεναχίζων.
τοῦ δ᾽ ὠρίνετο θυμός , ἀνὰ ῥῖνας δέ οἱ ἤδη
δριμὺ μένος προὔτυψε φίλον πατέρ᾽ εἰσορόωντι.
320
κύσσε δέ μιν περιφὺς ἐπιάλμενος , ἠδὲ προσηύδα:
“κεῖνος μέν τοι ὅδ᾽ αὐτὸς ἐγώ , πάτερ , ὃν σὺ μεταλλᾷς,
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
ἀλλ᾽ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
ἐκ γάρ τοι ἐρέω : μάλα δὲ χρὴ σπευδέμεν ἔμπης:
325
μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.”
τὸν δ᾽ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε:
“εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδ᾽ ἱκάνεις,
σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές , ὄφρα πεποίθω.”
330
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
“οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
τὴν ἐν Παρνησῷ μ᾽ ἔλασεν σῦς λευκῷ ὀδόντι
οἰχόμενον : σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
ἐς πατέρ᾽ Αὐτόλυκον μητρὸς φίλον , ὄφρ᾽ ἂν ἑλοίμην
335
δῶρα , τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
εἰ δ᾽ ἄγε τοι καὶ δένδρε᾽ ἐϋκτιμένην κατ᾽ ἀλωὴν
εἴπω , ἅ μοί ποτ᾽ ἔδωκας , ἐγὼ δ᾽ ᾔτεόν σε ἕκαστα
παιδνὸς ἐών , κατὰ κῆπον ἐπισπόμενος : διὰ δ᾽ αὐτῶν
ἱκνεύμεσθα , σὺ δ᾽ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
340
ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
συκέας τεσσαράκοντ᾽ : ὄρχους δέ μοι ὧδ᾽ ὀνόμηνας
δώσειν πεντήκοντα , διατρύγιος δὲ ἕκαστος
ἤην : ἔνθα δ᾽ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.”
345
ὣς φάτο , τοῦ δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
σήματ᾽ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδ᾽ Ὀδυσσεύς.
ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε : τὸν δὲ ποτὶ οἷ
εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
αὐτὰρ ἐπεί ῥ᾽ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
350
ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε:
“Ζεῦ πάτερ , ἦ ῥα ἔτ᾽ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
νῦν δ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
ἐνθάδ᾽ ἐπέλθωσιν Ἰθακήσιοι , ἀγγελίας δὲ
355
πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
“θάρσει , μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
ἀλλ᾽ ἴομεν προτὶ οἶκον , ὃς ὀρχάτου ἐγγύθι κεῖται:
ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
360
προὔπεμψ᾽ , ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.”
ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
ταμνομένους κρέα πολλὰ κερῶντάς τ᾽ αἴθοπα οἶνον.
365
τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
ἀμφὶ δ᾽ ἄρα χλαῖναν καλὴν βάλεν : αὐτὰρ Ἀθήνη
ἄγχι παρισταμένη μέλε᾽ ἤλδανε ποιμένι λαῶν,
μείζονα δ᾽ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
370
ἐκ δ᾽ ἀσαμίνθου βῆ : θαύμαζε δέ μιν φίλος υἱός,
ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
“ὦ πάτερ , ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.”
375
τὸν δ᾽ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα:
“αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
οἷος Νήρικον εἷλον , ἐϋκτίμενον πτολίεθρον,
ἀκτὴν ἠπείροιο , Κεφαλλήνεσσιν ἀνάσσων,
τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
380
τεύχε᾽ ἔχων ὤμοισιν , ἐφεστάμεναι καὶ ἀμύνειν
ἄνδρας μνηστῆρας : τῷ κε σφέων γούνατ᾽ ἔλυσα
πολλῶν ἐν μεγάροισι , σὺ δὲ φρένας ἔνδον ἐγήθεις.”
ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
385
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε:
ἔνθ᾽ οἱ μὲν δείπνῳ ἐπεχείρεον , ἀγχίμολον δὲ
ἦλθ᾽ ὁ γέρων Δολίος , σὺν δ᾽ υἱεῖς τοῖο γέροντος,
ἐξ ἔργων μογέοντες , ἐπεὶ προμολοῦσα κάλεσσεν
μήτηρ γρηῦς Σικελή , ἥ σφεας τρέφε καί ῥα γέροντα
390
ἐνδυκέως κομέεσκεν , ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
οἱ δ᾽ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
ἔσταν ἐνὶ μεγάροισι τεθηπότες : αὐτὰρ Ὀδυσσεὺς
μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν:
“ὦ γέρον , ἵζ᾽ ἐπὶ δεῖπνον , ἀπεκλελάθεσθε δὲ θάμβευς:
395
δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
μίμνομεν ἐν μεγάροις , ὑμέας ποτιδέγμενοι αἰεί.”
ὣς ἄρ ἔφη , Δολίος δ᾽ ἰθὺς κίε χεῖρε πετάσσας
ἀμφοτέρας , Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ᾽ ἐπὶ καρπῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
400
“ὦ φίλ᾽ , ἐπεὶ νόστησας ἐελδομένοισι μάλ᾽ ἡμῖν
οὐδ᾽ ἔτ᾽ ὀϊομένοισι , θεοὶ δέ σ᾽ ἀνήγαγον αὐτοί,
οὖλέ τε καὶ μάλα χαῖρε , θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ,
ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
405
νοστήσαντά σε δεῦρ᾽ , ἦ ἄγγελον ὀτρύνωμεν.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
“ὦ γέρον , ἤδη οἶδε : τί σε χρὴ ταῦτα πένεσθαι;”
ὣς φάθ᾽ , ὁ δ᾽ αὖτις ἄρ᾽ ἕζετ᾽ ἐϋξέστου ἐπὶ δίφρου.
ὣς δ᾽ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ᾽ Ὀδυσῆα
410
δεικανόωντ᾽ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
ἑξείης δ᾽ ἕζοντο παραὶ Δολίον , πατέρα σφόν.
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο:
Ὄσσα δ᾽ ἄρ᾽ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ᾽ ἐνέπουσα.
415
οἱ δ᾽ ἄρ᾽ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ᾽ Ὀδυσῆος,
ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
τοὺς δ᾽ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες:
420
αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι , ἀχνύμενοι κῆρ.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
τοῖσιν δ᾽ Εὐπείθης ἀνά θ᾽ ἵστατο καὶ μετέειπε:
παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
Ἀντινόου , τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς:
425
τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν:
“ὦ φίλοι , ἦ μέγα ἔργον ἀνὴρ ὅδ᾽ ἐμήσατ᾽ Ἀχαιούς:
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
ὤλεσε μὲν νῆας γλαφυράς , ἀπὸ δ᾽ ὤλεσε λαούς:
τοὺς δ᾽ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ᾽ ἀρίστους,
430
ἀλλ᾽ ἄγετε , πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
ἢ καὶ ἐς Ἤλιδα δῖαν , ὅθι κρατέουσιν Ἐπειοί,
ἴομεν : ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ᾽ αἰεί:
λώβη γὰρ τάδε γ᾽ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
435
τισόμεθ᾽ . οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
ζωέμεν , ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
ἀλλ᾽ ἴομεν , μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.”
ὣς φάτο δάκρυ χέων , οἶκτος δ᾽ ἕλε πάντας Ἀχαιούς.
ἀγχίμολον δέ σφ᾽ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
440
ἐκ μεγάρων Ὀδυσῆος , ἐπεί σφεας ὕπνος ἀνῆκεν,
ἔσταν δ᾽ ἐν μέσσοισι : τάφος δ᾽ ἕλεν ἄνδρα ἕκαστον.
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς:
“κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι : οὐ γὰρ Ὀδυσσεὺς
ἀθανάτων ἀέκητι θεῶν τάδ᾽ ἐμήσατο ἔργα:
445
αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον , ὅς ῥ᾽ Ὀδυσῆϊ
ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ᾽ Ὀδυσῆος
φαίνετο θαρσύνων , τοτὲ δὲ μνηστῆρας ὀρίνων
θῦνε κατὰ μέγαρον : τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.”
450
ὣς φάτο , τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης : ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω:
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε:
“κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω:
455
ὑμετέρῃ κακότητι , φίλοι , τάδε ἔργα γένοντο:
οὐ γὰρ ἐμοὶ πείθεσθ᾽ , οὐ Μέντορι ποιμένι λαῶν,
ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
460
ἀνδρὸς ἀριστῆος : τὸν δ᾽ οὐκέτι φάντο νέεσθαι.
καὶ νῦν ὧδε γένοιτο . πίθεσθέ μοι ὡς ἀγορεύω:
μὴ ἴομεν , μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρ᾽ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
ἡμίσεων πλείους : τοὶ δ᾽ ἀθρόοι αὐτόθι μίμνον:
465
οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν , ἀλλ᾽ Εὐπείθει
πείθοντ᾽ : αἶψα δ᾽ ἔπειτ᾽ ἐπὶ τεύχεα ἐσσεύοντο.
αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
τοῖσιν δ᾽ Εὐπείθης ἡγήσατο νηπιέῃσι:
470
φῆ δ᾽ ὅ γε τίσεσθαι παιδὸς φόνον , οὐδ᾽ ἄρ᾽ ἔμελλεν
ἂψ ἀπονοστήσειν , ἀλλ᾽ αὐτοῦ πότμον ἐφέψειν.
αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα:
“ὦ πάτερ ἡμέτερε , Κρονίδη , ὕπατε κρειόντων,
εἰπέ μοι εἰρομένῃ , τί νύ τοι νόος ἔνδοθι κεύθει;
475
ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
τεύξεις , ἦ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησθα;”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
“τέκνον ἐμόν , τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
480
ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
ἔρξον ὅπως ἐθέλεις : ἐρέω τέ τοι ὡς ἐπέοικεν.
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
ἡμεῖς δ᾽ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
485
ἔκλησιν θέωμεν : τοὶ δ᾽ ἀλλήλους φιλεόντων
ὡς τὸ πάρος , πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.”
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.
οἱ δ᾽ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
490
τοῖς δ᾽ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς:
“ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.”
ὣς ἔφατ᾽ : ἐκ δ᾽ υἱὸς Δολίου κίεν , ὡς ἐκέλευεν:
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών , τοὺς δὲ σχεδὸν ἔσιδε πάντας:
αἶψα δ᾽ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα:
495
“οἵδε δὴ ἐγγὺς ἔασ᾽ : ἀλλ᾽ ὁπλιζώμεθα θᾶσσον.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
τέσσαρες ἀμφ᾽ Ὀδυσῆ᾽ , ἓξ δ᾽ υἱεῖς οἱ Δολίοιο:
ἐν δ᾽ ἄρα Λαέρτης Δολίος τ᾽ ἐς τεύχε᾽ ἔδυνον,
καὶ πολιοί περ ἐόντες , ἀναγκαῖοι πολεμισταί.
500
αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
ὤϊξάν ῥα θύρας , ἐκ δ᾽ ἤϊον , ἄρχε δ᾽ Ὀδυσσεύς.
τοῖσι δ᾽ ἐπ᾽ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς:
505
αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν:
“Τηλέμαχ᾽ , ἤδη μὲν τόδε γ᾽ εἴσεαι αὐτὸς ἐπελθών,
ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
μή τι καταισχύνειν πατέρων γένος , οἳ τὸ πάρος περ
ἀλκῇ τ᾽ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ᾽ αἶαν.”
510
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
“ὄψεαι , αἴ κ᾽ ἐθέλῃσθα , πάτερ φίλε , τῷδ᾽ ἐπὶ θυμῷ
οὔ τι καταισχύνοντα τεὸν γένος , ὡς ἀγορεύεις.”
ὣς φάτο , Λαέρτης δ᾽ ἐχάρη καὶ μῦθον ἔειπε:
“τίς νύ μοι ἡμέρη ἥδε , θεοὶ φίλοι ; ἦ μάλα χαίρω:
515
υἱός θ᾽ υἱωνός τ᾽ ἀρετῆς πέρι δῆριν ἔχουσιν.”
τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη:
“ὦ Ἀρκεισιάδη , πάντων πολὺ φίλταθ᾽ ἑταίρων,
εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
αἶψα μαλ᾽ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.”
520
ὣς φάτο , καί ῥ᾽ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
εὐξάμενος δ᾽ ἄρ᾽ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
αἶψα μάλ᾽ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
ἡ δ᾽ οὐκ ἔγχος ἔρυτο , διαπρὸ δὲ εἴσατο χαλκός,
525
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
ἐν δ᾽ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
εἰ μὴ Ἀθηναίη , κούρη Διὸς αἰγιόχοιο,
530
ἤϋσεν φωνῇ , κατὰ ἔσχεθε λαὸν ἅπαντα.
“ἴσχεσθε πτολέμου , Ἰθακήσιοι , ἀργαλέοιο,
ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.”
ὣς φάτ᾽ Ἀθηναίη , τοὺς δὲ χλωρὸν δέος εἷλεν:
τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
535
πάντα δ᾽ ἐπὶ χθονὶ πῖπτε , θεᾶς ὄπα φωνησάσης:
πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
σμερδαλέον δ᾽ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
οἴμησεν δὲ ἀλεὶς ὥς τ᾽ αἰετὸς ὑψιπετήεις.
καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
540
κὰδ δ᾽ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
δὴ τότ᾽ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη:
“διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
ἴσχεο , παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.”
545
ὣς φάτ᾽ Ἀθηναίη , ὁ δ᾽ ἐπείθετο , χαῖρε δὲ θυμῷ.
ὅρκια δ᾽ αὖ κατόπισθε μετ᾽ ἀμφοτέροισιν ἔθηκεν
Παλλὰς Ἀθηναίη , κούρη Διὸς αἰγιόχοιο,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.