Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
ἀλλήλοις : ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο:
ἠῶθεν δ᾽ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
κτήματά τ᾽ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
155
ἡμίσεες δ᾽ ἄρα λαοὶ ἐρητύοντο μένοντες
αὖθι παρ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι , ποιμένι λαῶν:
ἡμίσεες δ᾽ ἀναβάντες ἐλαύνομεν : αἱ δὲ μάλ᾽ ὦκα
ἔπλεον , ἐστόρεσεν δέ θεὸς μεγακήτεα πόντον.
ἐς Τένεδον δ᾽ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοισ͂ν,
160
οἴκαδε ἱέμενοι : Ζεὺς δ᾽ οὔ πω μήδετο νόστον,
σχέτλιος , ὅς ῥ᾽ ἔριν ὦρσε κακήν ἔπι δεύτερον αὖτις.
οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
ἀμφ᾽ Ὀδυσῆα ἄνακτα δαΐφρονα , ποικιλομήτην,
αὖτις ἐπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες:
165
αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν , αἵ μοι ἕποντο,
φεῦγον , ἐπεὶ γίγνωσκον , ὃδὴ κακὰ μήδετο δαίμων.
φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος , ὦρσε δ᾽ ἑταίρους.
ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
ἐν Λέσβῳ δ᾽ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
170
καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
νήσου ἔπι Ψυρίης , αὐτὴν ἐπ᾽ ἀριστέρ᾽ ἔχοντες,
ὑπένερθε Χίοιο , παρ᾽ ἠνεμόεντα Μίμαντα.
ᾐτέομεν δὲ θεὸν φῆναι τέρας : αὐτὰρ γ᾽ ἡμῖν
δεῖξε , καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
175
τέμνειν , ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
ὦρτο δ᾽ ἐπὶ λιγὺς οὖρος ἀήμεναι : αἱ δὲ μάλ᾽ ὦκα
ἰχθυόεντα κέλευθα διέδραμον , ἐς δὲ Γεραιστὸν
ἐννύχιαι κατάγοντο : Ποσειδάωνι δὲ ταύρων
πόλλ᾽ ἐπὶ μῆρ᾽ ἔθεμεν , πέλαγος μέγα μετρήσαντες.
180
τέτρατον ἦμαρ ἔην , ὅτ᾽ ἐν Ἄργεϊ νῆας ἐίσας