Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι:
ἀλλ᾽ οἷον τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
δήμῳ ἔνι Τρώων , ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί.
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
245
σπεῖρα κάκ᾽ ἀμφ᾽ ὤμοισι βαλών , οἰκῆι ἐοικώς,
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν:
ἄλλῳ δ᾽ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
δέκτῃ , ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
τῷ ἴκελος κατέδυ Τρώων πόλιν , οἱ δ᾽ ἀβάκησαν
250
πάντες : ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
καί μιν ἀνηρώτων : δὲ κερδοσύνῃ ἀλέεινεν.
ἀλλ᾽ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ᾽ ἀναφῆναι,
255
πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ᾽ ἀφικέσθαι,
καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
ἦλθε μετ᾽ Ἀργείους , κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
ἔνθ᾽ ἄλλαι Τρῳαὶ λίγ᾽ ἐκώκυον : αὐτὰρ ἐμὸν κῆρ
260
χαῖρ᾽ , ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
ἂψ οἶκόνδ᾽ , ἄτην δὲ μετέστενον , ἣν Ἀφροδίτη
δῶχ᾽ , ὅτε μ᾽ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
παῖδά τ᾽ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
οὔ τευ δευόμενον , οὔτ᾽ ἂρ φρένας οὔτε τι εἶδος.”
265
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
ναὶ δὴ ταῦτά γε πάντα , γύναι , κατὰ μοῖραν ἔειπες.
ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
ἀνδρῶν ἡρώων , πολλὴν δ᾽ ἐπελήλυθα γαῖαν:
ἀλλ᾽ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
270
οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.