Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής:
“‘μηκέτι , Ἀτρέος υἱέ , πολὺν χρόνον ἀσκελὲς οὕτω
κλαῖ᾽ , ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν : ἀλλὰ τάχιστα
545
πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
γάρ μιν ζωόν γε κιχήσεαι , κεν Ὀρέστης
κτεῖνεν ὑποφθάμενος , σὺ δέ κεν τάφου ἀντιβολήσαις.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
550
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
“‘τούτους μὲν δὴ οἶδα : σὺ δὲ τρίτον ἄνδρ᾽ ὀνόμαζε,
ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
ἠὲ θανών : ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι’.
ὣς ἐφάμην , δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
555
υἱὸς Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκία ναίων:
τὸν δ᾽ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
νύμφης ἐν μεγάροισι Καλυψοῦς , μιν ἀνάγκῃ
ἴσχει : δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι:
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
560
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
σοι δ᾽ οὐ θέσφατόν ἐστι , διοτρεφὲς Μενέλαε,
Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
ἀθάνατοι πέμψουσιν , ὅθι ξανθὸς Ῥαδάμανθυς,
565
τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν:
οὐ νιφετός , οὔτ᾽ ἂρ χειμὼν πολὺς οὔτε ποτ᾽ ὄμβρος,
ἀλλ᾽ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους:
οὕνεκ᾽ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι’.
570
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.