Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
5
Ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
ὤρνυθ᾽ , ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν:
οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον , ἐν δ᾽ ἄρα τοῖσι
Ζεὺς ὑψιβρεμέτης , οὗ τε κράτος ἐστὶ μέγιστον.
5
τοῖσι δ᾽ Ἀθηναίη λέγε κήδεα πόλλ᾽ Ὀδυσῆος
μνησαμένη : μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης:
Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτοῦχος βασιλεύς , μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
10
ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι:
ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
λαῶν οἷσιν ἄνασσε , πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.
ἀλλ᾽ μὲν ἐν νήσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων
νύμφης ἐν μεγάροισι Καλυψοῦς , μιν ἀνάγκῃ
15
ἴσχει : δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι:
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
οἴκαδε νισόμενον : δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
20
ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
ὡς τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
25
Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως , δύνασαι γάρ,
ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
μνηστῆρες δ᾽ ἐν νηὶ : παλιμπετὲς ἀπονέωνται.”
ῥα καὶ Ἑρμείαν , υἱὸν φίλον , ἀντίον ηὔδα:
Ἑρμεία , σὺ γὰρ αὖτε τά τ᾽ ἄλλα περ ἄγγελός ἐσσι,
30
νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,