Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μηδέ τιν᾽ ἀνθρώπων προτιόσσεο μηδ᾽ ἐρέεινε.
οὐ γὰρ ξείνους οἵδε μάλ᾽ ἀνθρώπους ἀνέχονται,
οὐδ᾽ ἀγαπαζόμενοι φιλέουσ᾽ ὅς κ᾽ ἄλλοθεν ἔλθῃ.
νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
35
λαῖτμα μέγ᾽ ἐκπερόωσιν , ἐπεί σφισι δῶκ᾽ ἐνοσίχθων:
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.”
ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
καρπαλίμως : δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
τὸν δ᾽ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
40
ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας : οὐ γὰρ Ἀθήνη
εἴα ἐυπλόκαμος , δεινὴ θεός , ῥά οἱ ἀχλὺν
θεσπεσίην κατέχευε φίλα φρονέουσ᾽ ἐνὶ θυμῷ.
θαύμαζεν δ᾽ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
αὐτῶν θ᾽ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
45
ὑψηλά , σκολόπεσσιν ἀρηρότα , θαῦμα ἰδέσθαι.
ἀλλ᾽ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ᾽ ἵκοντο,
τοῖσι δὲ μύθων ἦρχε θεά , γλαυκῶπις Ἀθήνη:
οὗτος δή τοι , ξεῖνε πάτερ , δόμος , ὅν με κελεύεις
πεφραδέμεν : δήεις δὲ διοτρεφέας βασιλῆας
50
δαίτην δαινυμένους : σὺ δ᾽ ἔσω κίε , μηδέ τι θυμῷ
τάρβει : θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
ἔργοισιν τελέθει , εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν:
Ἀρήτη δ᾽ ὄνομ᾽ ἐστὶν ἐπώνυμον , ἐκ δὲ τοκήων
55
τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
γείνατο καὶ Περίβοια , γυναικῶν εἶδος ἀρίστη,
ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
ὅς ποθ᾽ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
60
ἀλλ᾽ μὲν ὤλεσε λαὸν ἀτάσθαλον , ὤλετο δ᾽ αὐτός: