Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
Ναυσίθοον μεγάθυμον , ὃς ἐν Φαίηξιν ἄνασσε:
Ναυσίθοος δ᾽ ἔτεκεν Ῥηξήνορά τ᾽ Ἀλκίνοόν τε.
τὸν μὲν ἄκουρον ἐόντα βάλ᾽ ἀργυρότοξος Ἀπόλλων
65
νυμφίον ἐν μεγάρῳ , μίαν οἴην παῖδα λιπόντα
Ἀρήτην : τὴν δ᾽ Ἀλκίνοος ποιήσατ᾽ ἄκοιτιν,
καί μιν ἔτισ᾽ , ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
ὅσσαι νῦν γε γυναῖκες ὑπ᾽ ἀνδράσιν οἶκον ἔχουσιν.
ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
70
ἔκ τε φίλων παίδων ἔκ τ᾽ αὐτοῦ Ἀλκινόοιο
καὶ λαῶν , οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
δειδέχαται μύθοισιν , ὅτε στείχῃσ᾽ ἀνὰ ἄστυ.
οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ:
ᾗσι τ᾽ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
75
εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ᾽ ἐνὶ θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.”
ὣς ἄρα φωνήσασ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
πόντον ἐπ᾽ ἀτρύγετον , λίπε δὲ Σχερίην ἐρατεινήν,
80
ἵκετο δ᾽ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
δῦνε δ᾽ Ἐρεχθῆος πυκινὸν δόμον . αὐτὰρ Ὀδυσσεὺς
Ἀλκινόου πρὸς δώματ᾽ ἴε κλυτά : πολλὰ δέ οἱ κῆρ
ὥρμαιν᾽ ἱσταμένῳ , πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
85
δῶμα καθ᾽ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ᾽ ἔνθα καὶ ἔνθα,
ἐς μυχὸν ἐξ οὐδοῦ , περὶ δὲ θριγκὸς κυάνοιο:
χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον:
σταθμοὶ δ᾽ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
90
ἀργύρεον δ᾽ ἐφ᾽ ὑπερθύριον , χρυσέη δὲ κορώνη.