Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ξείνιος , ὃς ξείνοισιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.’
ὣς ἐφάμην , δέ μ᾽ αὐτίκ᾽ ἀμείβετο νηλέι θυμῷ:
νήπιός εἰς , ξεῖν᾽ , τηλόθεν εἰλήλουθας,
ὅς με θεοὺς κέλεαι δειδίμεν ἀλέασθαι:
275
οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
οὐδὲ θεῶν μακάρων , ἐπεὶ πολὺ φέρτεροί εἰμεν:
οὐδ᾽ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
οὔτε σεῦ οὔθ᾽ ἑτάρων , εἰ μὴ θυμός με κελεύοι.
ἀλλά μοι εἴφ᾽ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
280
που ἐπ᾽ ἐσχατιῆς , καὶ σχεδόν , ὄφρα δαείω.’
ὣς φάτο πειράζων , ἐμὲ δ᾽ οὐ λάθεν εἰδότα πολλά,
ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι:
“ ‘νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
285
ἄκρῃ προσπελάσας : ἄνεμος δ᾽ ἐκ πόντου ἔνεικεν:
αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.’
ὣς ἐφάμην , δέ μ᾽ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
ἀλλ᾽ γ᾽ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
290
κόπτ᾽ : ἐκ δ᾽ ἐγκέφαλος χαμάδις ῥέε , δεῦε δὲ γαῖαν.
τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον:
ἤσθιε δ᾽ ὥς τε λέων ὀρεσίτροφος , οὐδ᾽ ἀπέλειπεν,
ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
295
σχέτλια ἔργ᾽ ὁρόωντες , ἀμηχανίη δ᾽ ἔχε θυμόν.
αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
ἀνδρόμεα κρέ᾽ ἔδων καὶ ἐπ᾽ ἄκρητον γάλα πίνων,
κεῖτ᾽ ἔντοσθ᾽ ἄντροιο τανυσσάμενος διὰ μήλων.
τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
300
ἆσσον ἰών , ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,