Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
151
ἄπλαστοι ,
κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
152
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν:
153
ἰσχὺς δ᾽ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
154
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
155
δεινότατοι παίδων ,
σφετέρῳ δ᾽ ἤχθοντο τοκῆι
156
ἐξ ἀρχῆς :
καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
157
πάντας ἀποκρύπτασκε ,
καὶ ἐς φάος οὐκ ἀνίεσκε,
158
Γαίης ἐν κευθμῶνι ,
κακῷ δ᾽ ἐπετέρπετο ἔργῳ
159
Οὐρανός .
ἣ δ᾽ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
160
στεινομένη :
δολίην δὲ κακήν τ᾽ ἐφράσσατο τέχνην.
161
αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
162
τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν:
163
εἶπε δὲ θαρσύνουσα ,
φίλον τετιημένη ἦτορ:
164
παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου ,
αἴ κ᾽ ἐθέλητε
165
πείθεσθαι ,
πατρός κε κακὴν τισαίμεθα λώβην
166
ὑμετέρου :
πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
167
ὣς φάτο :
τοὺς δ᾽ ἄρα πάντας ἕλεν δέος ,
οὐδέ τις αὐτῶν
168
φθέγξατο .
θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
169
ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν:
170
μῆτερ ,
ἐγώ κεν τοῦτό γ᾽ ὑποσχόμενος τελέσαιμι
171
ἔργον ,
ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
172
ἡμετέρου :
πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
173
ὣς φάτο :
γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη:
174
εἷσε δέ μιν κρύψασα λόχῳ :
ἐνέθηκε δὲ χερσὶν
175
ἅρπην καρχαρόδοντα :
δόλον δ᾽ ὑπεθήκατο πάντα.
176
ἦλθε δὲ νύκτ᾽ ἐπάγων μέγας Οὐρανός ,
ἀμφὶ δὲ Γαίῃ
177
ἱμείρων φιλότητος ἐπέσχετο καί ῥ᾽ ἐτανύσθη
178
πάντη :
ὃ δ᾽ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
179
σκαιῇ ,
δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
180
μακρὴν καρχαρόδοντα ,
φίλου δ᾽ ἀπὸ μήδεα πατρὸς
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.