Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
181
ἐσσυμένως ἤμησε ,
πάλιν δ᾽ ἔρριψε φέρεσθαι
182
ἐξοπίσω :
τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός:
183
ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
184
πάσας δέξατο Γαῖα :
περιπλομένων δ᾽ ἐνιαυτῶν
185
γείνατ᾽ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
186
τεύχεσι λαμπομένους ,
δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντας,
187
Νύμφας θ᾽ ἃς Μελίας καλέουσ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν.
188
μήδεα δ᾽ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
189
κάββαλ᾽ ἀπ᾽ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
190
ὣς φέρετ᾽ ἂμ πέλαγος πουλὺν χρόνον ,
ἀμφὶ δὲ λευκὸς
191
ἀφρὸς ἀπ᾽ ἀθανάτου χροὸς ὤρνυτο :
τῷ δ᾽ ἔνι κούρη
192
ἐθρέφθη :
πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
193
ἔπλητ᾽ ,
ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
194
ἐκ δ᾽ ἔβη αἰδοίη καλὴ θεός ,
ἀμφὶ δὲ ποίη
195
ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο :
τὴν δ᾽ Ἀφροδίτην
196
[
ἀφρογενέα
τε
θεὰν
καὶ
ἐυστέφανον
Κυθέρειαν ]
197
κικλῄσκουσι θεοί τε καὶ ἀνέρες ,
οὕνεκ᾽ ἐν ἀφρῷ
198
θρέφθη :
ἀτὰρ Κυθέρειαν ,
ὅτι προσέκυρσε Κυθήροις:
199
Κυπρογενέα δ᾽ ,
ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ:
200
ἠδὲ φιλομμηδέα ,
ὅτι μηδέων ἐξεφαάνθη.
201
τῇ δ᾽ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
202
γεινομένῃ τὰ πρῶτα θεῶν τ᾽ ἐς φῦλον ἰούσῃ.
203
ταύτην δ᾽ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
204
μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
205
παρθενίους τ᾽ ὀάρους μειδήματά τ᾽ ἐξαπάτας τε
206
τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
207
τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
208
παῖδας νεικείων μέγας Οὐρανός ,
οὓς τέκεν αὐτός:
209
φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
210
ἔργον ,
τοῖο δ᾽ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.