Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νὺξ δ᾽ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
καὶ Θάνατον , τέκε δ᾽ Ὕπνον , ἔτικτε δὲ φῦλον Ὀνείρων:
δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
215
Ἑσπερίδας θ᾽ , ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον , αἵτε βροτοῖσι
γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
220
αἵτ᾽ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν:
οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
πρίν γ᾽ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν , ὅς τις ἁμάρτῃ.
τίκτε δὲ καὶ Νέμεσιν , πῆμα θνητοῖσι βροτοῖσι,
Νὺξ ὀλοή : μετὰ τὴν δ᾽ Ἀπάτην τέκε καὶ Φιλότητα
225
Γῆράς τ᾽ οὐλόμενον , καὶ Ἔριν τέκε καρτερόθυμον.
αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
Ὑσμίνας τε Μάχας τε Φόνους τ᾽ Ἀνδροκτασίας τε
Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
230
Δυσνομίην τ᾽ Ἄτην τε , συνήθεας ἀλλήλῃσιν,
Ὅρκον θ᾽ , ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
πημαίνει , ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
Νηρέα δ᾽ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
πρεσβύτατον παίδων : αὐτὰρ καλέουσι γέροντα,
235
οὕνεκα νημερτής τε καὶ ἤπιος , οὐδὲ θεμιστέων
λήθεται , ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν:
αὖτις δ᾽ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
Εὐρυβίην τ᾽ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
240
Νηρῆος δ᾽ ἐγένοντο μεγήρατα τέκνα θεάων