Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
271
ἐκ γενετῆς πολιάς ,
τὰς δὴ Γραίας καλέουσιν
272
ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ᾽ ἄνθρωποι,
273
Πεμφρηδώ τ᾽ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,
274
Γοργούς θ᾽ ,
αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
275
ἐσχατιῇ πρὸς Νυκτός ,
ἵν᾽ Ἑσπερίδες λιγύφωνοι,
276
Σθεννώ τ᾽ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
277
ἣ μὲν ἔην θνητή ,
αἳ δ᾽ ἀθάνατοι καὶ ἀγήρῳ,
278
αἱ δύο :
τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
279
ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
280
τῆς δ᾽ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
281
ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
282
τῷ μὲν ἐπώνυμον ἦεν ,
ὅτ᾽ Ὠκεανοῦ περὶ πηγὰς
283
γένθ᾽ ,
ὃ δ᾽ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.
284
χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα ,
μητέρα μήλων,
285
ἵκετ᾽ ἐς ἀθανάτους :
Ζηνὸς δ᾽ ἐν δώμασι ναίει
286
βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
287
Χρυσάωρ δ᾽ ἔτεκεν τρικέφαλον Γηρυονῆα
288
μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.
289
τὸν μὲν ἄρ᾽ ἐξενάριξε βίη Ἡρακληείη
290
βουσὶ παρ᾽ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
291
ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
292
Τίρυνθ᾽ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο
293
Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
294
σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
295
ἣ δ᾽ ἔτεκ᾽ ἄλλο πέλωρον ἀμήχανον ,
οὐδὲν ἐοικὸς
296
θνητοῖς ἀνθρώποις οὐδ᾽ ἀθανάτοισι θεοῖσιν,
297
σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρον᾽ Ἔχιδναν,
298
ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
299
ἥμισυ δ᾽ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
300
αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.