Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
τηλοῦ ἀπ᾽ ἀθανάτων τε θεῶν θνητῶν τ᾽ ἀνθρώπων:
ἔνθ᾽ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
ἣ δ᾽ ἔρυτ᾽ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
305
ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
δεινόν θ᾽ ὑβριστήν τ᾽ ἄνομόν θ᾽ ἑλικώπιδι κούρῃ:
ἣ δ᾽ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι:
310
δεύτερον αὖτις ἔτικτεν ἀμήχανον , οὔ τι φατειὸν
Κέρβερον ὠμηστήν , Ἀίδεω κύνα χαλκεόφωνον,
πεντηκοντακέφαλον , ἀναιδέα τε κρατερόν τε:
τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν
Λερναίην , ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
315
ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
320
δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε:
τῆς δ᾽ ἦν τρεῖς κεφαλαί : μία μὲν χαροποῖο λέοντος,
ἣ δὲ χιμαίρης , ἣ δ᾽ ὄφιος , κρατεροῖο δράκοντος,
[ πρόσθε λέων , ὄπιθεν δὲ δράκων , μέσση δὲ χίμαιρα,
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο. ]
325
τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
ἣ δ᾽ ἄρα Φῖκ᾽ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
τόν ῥ᾽ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
γουνοῖσιν κατένασσε Νεμείης , πῆμ᾽ ἀνθρώποις.
330
ἔνθ᾽ ἄρ᾽ ὃ οἰκείων ἐλεφαίρετο φῦλ᾽ ἀνθρώπων,
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.