Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
361
καὶ Στύξ ,
ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
362
αὗται δ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
363
πρεσβύταται κοῦραι :
πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
364
τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
365
αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
366
πάντη ὁμῶς ἐφέπουσι ,
θεάων ἀγλαὰ τέκνα.
367
τόσσοι δ᾽ αὖθ᾽ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
368
υἱέες Ὠκεανοῦ ,
τοὺς γείνατο πότνια Τηθύς:
369
τῶν ὄνομ᾽ ἀργαλέον πάντων βροτὸν ἀνέρ᾽ ἐνισπεῖν,
370
οἳ δὲ ἕκαστοι ἴσασιν ,
ὅσοι περιναιετάωσιν.
371
θεία δ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
372
Ἠῶ θ᾽ ,
ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
373
ἀθανάτοις τε θεοῖσι ,
τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
374
γείναθ᾽ ὑποδμηθεῖσ᾽ Ὑπερίονος ἐν φιλότητι.
375
Κρίῳ δ᾽ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
376
Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
377
Πέρσην θ᾽ ,
ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
378
Ἀστραίῳ δ᾽ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
379
ἀργέστην Ζέφυρον Βορέην τ᾽ αἰψηροκέλευθον
380
καὶ Νότον ,
ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
381
τοὺς δὲ μέτ᾽ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
382
ἄστρα τε λαμπετόωντα ,
τά τ᾽ οὐρανὸς ἐστεφάνωται.
383
Στὺξ δ᾽ ἔτεκ᾽ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
384
Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν:
385
καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,
386
τῶν οὐκ ἔστ᾽ ἀπάνευθε Διὸς δόμος ,
οὐδέ τις ἕδρη,
387
οὐδ᾽ ὁδός ,
ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
388
ἀλλ᾽ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
389
ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
390
ἤματι τῷ ,
ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς