Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
εἶπε δ᾽ , ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,
μή τιν᾽ ἀπορραίσειν γεράων , τιμὴν δὲ ἕκαστον
ἑξέμεν , ἣν τὸ πάρος γε μετ᾽ ἀθανάτοισι θεοῖσιν
395
τὸν δ᾽ ἔφαθ᾽ , ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδ᾽ ἀγέραστος,
τιμῆς καὶ γεράων ἐπιβησέμεν , θέμις ἐστίν.
ἦλθε δ᾽ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
τὴν δὲ Ζεὺς τίμησε , περισσὰ δὲ δῶρα δέδωκεν.
400
αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
παῖδας δ᾽ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
ὣς δ᾽ αὔτως πάντεσσι διαμπερές , ὥς περ ὑπέστη,
ἐξετέλεσσ᾽ : αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
φοίβη δ᾽ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν:
405
κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι
Δητὼ κυανόπεπλον ἐγείνατο , μείλιχον αἰεί,
ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,
μείλιχον ἐξ ἀρχῆς , ἀγανώτατον ἐντὸς Ὀλύμπου.
γείνατο δ᾽ Ἀστερίην ἐυώνυμον , ἥν ποτε Πέρσης
410
ἠγάγετ᾽ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
δ᾽ ὑποκυσαμένη Ἑκάτην τέκε , τὴν περὶ πάντων
Ζεὺς Κρονίδης τίμησε : πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
δὲ καὶ ἀστερόεντος ἀπ᾽ οὐρανοῦ ἔμμορε τιμῆς
415
ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
καὶ γὰρ νῦν , ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
κικλῄσκει Ἑκάτην . πολλή τέ οἱ ἕσπετο τιμὴ
ῥεῖα μάλ᾽ , πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
420
καί τέ οἱ ὄλβον ὀπάζει , ἐπεὶ δύναμίς γε πάρεστιν.