Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
421
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
422
καὶ τιμὴν ἔλαχον ,
τούτων ἔχει αἶσαν ἁπάντων.
423
οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τ᾽ ἀπηύρα,
424
ὅσσ᾽ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
425
ἀλλ᾽ ἔχει ,
ὡς τὸ πρῶτον ἀπ᾽ ἀρχῆς ἔπλετο δασμός,
427
καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ:
426
οὐδ᾽ ,
ὅτι μουνογενής ,
ἧσσον θεὰ ἔμμορε τιμῆς,
428
ἀλλ᾽ ἔτι καὶ πολὺ μᾶλλον ,
ἐπεὶ Ζεὺς τίεται αὐτήν.
429
ᾧ δ᾽ ἐθέλει ,
μεγάλως παραγίγνεται ἠδ᾽ ὀνίνησιν:
434
ἔν τε δίκῃ βασιλεῦσι παρ᾽ αἰδοίοισι καθίζει,
430
ἔν τ᾽ ἀγορῇ λαοῖσι μεταπρέπει ,
ὅν κ᾽ ἐθέλῃσιν:
431
ἠδ᾽ ὁπότ᾽ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
432
ἀνέρες ,
ἔνθα θεὰ παραγίγνεται ,
οἷς κ᾽ ἐθέλῃσι
433
νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
435
ἐσθλὴ δ᾽ αὖθ᾽ ὁπότ᾽ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
436
ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδ᾽ ὀνίνησιν:
437
νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
438
ῥεῖα φέρει χαίρων τε ,
τοκεῦσι δὲ κῦδος ὀπάζει.
439
ἐσθλὴ δ᾽ ἱππήεσσι παρεστάμεν ,
οἷς κ᾽ ἐθέλῃσιν.
440
καὶ τοῖς ,
οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
441
εὔχονται δ᾽ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
442
ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
443
ῥεῖα δ᾽ ἀφείλετο φαινομένην ,
ἐθέλουσά γε θυμῷ.
444
ἐσθλὴ δ᾽ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ᾽ ἀέξειν:
445
βουκολίας δ᾽ ἀγέλας τε καὶ αἰπόλια πλατέ᾽ αἰγῶν
446
ποίμνας τ᾽ εἰροπόκων ὀίων ,
θυμῷ γ᾽ ἐθέλουσα,
447
ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
448
οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
449
πᾶσι μετ᾽ ἀθανάτοισι τετίμηται γεράεσσιν.
450
θῆκε δέ μιν Κρονίδης κουροτρόφον ,
οἳ μετ᾽ ἐκείνην