Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
451
ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
452
οὕτως ἐξ ἀρχῆς κουροτρόφος ,
αἳ δέ τε τιμαί.
453
Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
454
Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
455
ἴφθιμόν τ᾽ Ἀίδην ,
ὃς ὑπὸ χθονὶ δώματα ναίει
456
νηλεὲς ἦτορ ἔχων ,
καὶ ἐρίκτυπον Ἐννοσίγαιον
457
Ζῆνά τε μητιόεντα ,
θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν,
458
τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
459
καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος ,
ὥς τις ἕκαστος
460
νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ᾽ ἵκοιτο,
461
τὰ φρονέων ,
ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
462
ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
463
πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
464
οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
465
καὶ κρατερῷ περ ἐόντι ,
Διὸς μεγάλου διὰ βουλάς:
466
τῷ ὅ γ᾽ ἄρ᾽ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν ,
ἀλλὰ δοκεύων
467
παῖδας ἑοὺς κατέπινε :
Ῥέην δ᾽ ἔχε πένθος ἄλαστον.
468
ἀλλ᾽ ὅτε δὴ Δί᾽ ἔμελλε θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν
469
τέξεσθαι ,
τότ᾽ ἔπειτα φίλους λιτάνευε τοκῆας
470
τοὺς αὐτῆς ,
Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
471
μῆτιν συμφράσσασθαι ,
ὅπως λελάθοιτο τεκοῦσα
472
παῖδα φίλον ,
τίσαιτο δ᾽ ἐρινῦς πατρὸς ἑοῖο
473
παίδων θ᾽ ,
οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
474
οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
475
καί οἱ πεφραδέτην ,
ὅσα περ πέπρωτο γενέσθαι
476
ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
477
πέμψαν δ᾽ ἐς Λύκτον ,
Κρήτης ἐς πίονα δῆμον,
478
ὁππότ᾽ ἄρ᾽ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
479
Ζῆνα μέγαν :
τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
480
Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.