Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
πρώτην ἐς Λύκτον : κρύψεν δέ χερσὶ λαβοῦσα
ἄντρῳ ἐν ἠλιβάτῳ , ζαθέης ὑπὸ κεύθεσι γαίης,
Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
485
τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
Οὐρανίδῃ μέγ᾽ ἄνακτι , θεῶν προτέρῳ βασιλῆι.
τὸν τόθ᾽ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
σχέτλιος : οὐδ᾽ ἐνόησε μετὰ φρεσίν , ὥς οἱ ὀπίσσω
ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
490
λείπεθ᾽ , μιν τάχ᾽ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
τιμῆς ἐξελάειν , δ᾽ ἐν ἀθανάτοισι ἀνάξειν.
καρπαλίμως δ᾽ ἄρ᾽ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
ηὔξετο τοῖο ἄνακτος : ἐπιπλομένων δ᾽ ἐνιαυτῶν
Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
495
ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
[ νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο. ]
πρῶτον δ᾽ ἐξέμεσεν λίθον , ὃν πύματον κατέπινεν:
τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
500
σῆμ᾽ ἔμεν ἐξοπίσω , θαῦμα θνητοῖσι βροτοῖσιν.
λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
Οὐρανίδας , οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν:
οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
δῶκαν δὲ βροντὴν ἠδ᾽ αἰθαλόεντα κεραυνὸν
505
καὶ στεροπήν : τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει:
τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
κούρην δ᾽ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα:
510
τίκτε δ᾽ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα