Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
511
ποικίλον αἰολόμητιν ,
ἁμαρτίνοόν τ᾽ Ἐπιμηθέα
512
ὃς κακὸν ἐξ ἀρχῆς γένετ᾽ ἀνδράσιν ἀλφηστῇσιν:
513
πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
514
παρθένον .
ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
515
εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
516
εἵνεκ᾽ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
517
Ἄτλας δ᾽ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ᾽ ἀνάγκης
518
πείρασιν ἐν γαίης ,
πρόπαρ Εσπερίδων λιγυφώνων,
519
ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν:
520
ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
521
δῆσε δ᾽ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
522
δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίον᾽ ἐλάσσας:
523
καί οἱ ἐπ᾽ αἰετὸν ὦρσε τανύπτερον :
αὐτὰρ ὅ γ᾽ ἧπαρ
524
ἤσθιεν ἀθάνατον ,
τὸ δ᾽ ἀέξετο ἶσον ἁπάντη
525
νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
526
τὸν μὲν ἄρ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
527
Ἡρακλέης ἔκτεινε ,
κακὴν δ᾽ ἀπὸ νοῦσον ἄλαλκεν
528
Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
529
οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
530
ὄφρ᾽ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
531
πλεῖον ἔτ᾽ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
532
ταῦτ᾽ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν:
533
καί περ χωόμενος παύθη χόλου ,
ὃν πρὶν ἔχεσκεν,
534
οὕνεκ᾽ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
535
καὶ γὰρ ὅτ᾽ ἐκρίνοντο θεοὶ θνητοί τ᾽ ἄνθρωποι
536
Μηκώνῃ ,
τότ᾽ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
537
δασσάμενος προέθηκε ,
Διὸς νόον ἐξαπαφίσκων.
538
τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
539
ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
540
τῷ δ᾽ αὖτ᾽ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ