Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε:
Ἰαπετιονίδη , πάντων ἀριδείκετ᾽ ἀνάκτων,
πέπον , ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
545
ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
τὸν δ᾽ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
ἦκ᾽ ἐπιμειδήσας , δολίης δ᾽ οὐ λήθετο τέχνης:
ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
τῶν δ᾽ ἕλε᾽ , ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
550
Φῆ ῥα δολοφρονέων : Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼς
γνῶ ῥ᾽ οὐδ᾽ ἠγνοίησε δόλον : κακὰ δ᾽ ὄσσετο θυμῷ
θνητοῖς ἀνθρώποισι , τὰ καὶ τελέεσθαι ἔμελλεν.
χερσὶ δ᾽ γ᾽ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
χώσατο δὲ φρένας ἀμφί , χόλος δέ μιν ἵκετο θυμόν,
555
ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
ἐκ τοῦ δ᾽ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων
καίουσ᾽ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς:
Ἰαπετιονίδη , πάντων πέρι μήδεα εἰδώς,
560
πέπον , οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς:
ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
θνητοῖς ἀνθρώποις , οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
565
ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον . αὐγὴν
ἐν κοΐλῳ νάρθηκι : δάκεν δέ νειόθι θυμόν,
Ζῆν᾽ ὑψιβρεμέτην , ἐχόλωσε δέ μιν φίλον ἦτορ,
ὡς ἴδ᾽ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
570
αὐτίκα δ᾽ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν: