Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
ἀργυφέη ἐσθῆτι : κατὰ κρῆθεν δὲ καλύπτρην
575
δαιδαλέην χείρεσσι κατέσχεθε , θαῦμα ἰδέσθαι:
[ ἀμφὶ δέ οἱ στεφάνους , νεοθηλέος ἄνθεα ποίης,
ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ]
ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
580
ἀσκήσας παλάμῃσι , χαριζόμενος Διὶ πατρί.
τῇ δ᾽ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο , θαῦμα ἰδέσθαι,
κνώδαλ᾽ , ὅσ᾽ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
τῶν γε πόλλ᾽ ἐνέθηκε ,— χάρις δ᾽ ἀπελάμπετο πολλή,—
θαυμάσια , ζῴοισιν ἐοικότα φωνήεσσιν.
585
αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντ᾽ ἀγαθοῖο.
ἐξάγαγ᾽ , ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι,
κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
θαῦμα δ᾽ ἔχ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους,
ὡς εἶδον δόλον αἰπύν , ἀμήχανον ἀνθρώποισιν.
590
ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
[ τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,]
πῆμα μέγ᾽ αἳ θνητοῖσι μετ᾽ ἀνδράσι ναιετάουσιν
οὐλομένης πενίης οὐ σύμφοροι , ἀλλὰ κόροιο.
ὡς δ᾽ ὁπότ᾽ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
595
κηφῆνας βόσκωσι , κακῶν ξυνήονας ἔργων
αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
οἳ δ᾽ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
ἀλλότριον κάματον σφετέρην ἐς γαστέρ᾽ ἀμῶνται
600
ὣς δ᾽ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας