Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
οἳ μὲν ἀφ᾽ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
οἳ δ᾽ ἄρ᾽ ἀπ᾽ Οὐλύμποιο θεοί , δωτῆρες ἐάων,
οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
635
οἵ ῥα τότ᾽ ἀλλήλοισι χόλον θυμαλγέ᾽ ἔχοντες
συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς:
οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
οὐδετέροις , ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
ἀλλ᾽ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
640
νέκταρ τ᾽ ἀμβροσίην τε , τά περ θεοὶ αὐτοὶ ἔδουσι,
πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
ὡς νέκταρ τ᾽ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,
δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε:
κέκλυτε μευ , Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
645
ὄφρ᾽ εἴπω , τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
νίκης καὶ κράτεος πέρι μαρνάμεθ᾽ ἤματα πάντα
Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
650
φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
μνησάμενοι φιλότητος ἐνηέος , ὅσσα παθόντες
ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
ὣς φάτο : τὸν δ᾽ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων:
655
Δαιμόνι᾽ , οὐκ ἀδάητα πιφαύσκεαι : ἀλλὰ καὶ αὐτοὶ
ἴδμεν , τοι περὶ μὲν πραπίδες , περὶ δ᾽ ἐστὶ νόημα,
ἀλκτὴρ δ᾽ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
σῇσι δ᾽ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
ἄψορρον δ᾽† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν
660
ἠλύθομεν , Κρόνου υἱὲ ἄναξ , ἀνάελπτα παθόντες.