Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
661
τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
662
ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
663
μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
664
ὣς φάτ᾽ :
ἐπῄνεσσαν δὲ θεοί ,
δωτῆρες ἐάων,
665
μῦθον ἀκούσαντες :
πολέμου δ᾽ ἐλιλαίετο θυμὸς
666
μᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθε :
μάχην δ᾽ ἀμέγαρτον ἔγειραν
667
πάντες ,
θήλειαι τε καὶ ἄρσενες ,
ἤματι κείνῳ,
668
Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
669
οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
670
δεινοί τε κρατεροί τε ,
βίην ὑπέροπλον ἔχοντες.
671
τῶν ἑκατὸν μὲν χεῖρες ἀπ᾽ ὤμων ἀίσσοντο
672
πᾶσιν ὁμῶς ,
κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
673
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
674
οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
675
πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
676
Τιτῆνες δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
677
προφρονέως ,
χειρῶν τε βίης θ᾽ ἅμα ἔργον ἔφαινον
678
ἀμφότεροι :
δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
679
γῆ δὲ μέγ᾽ ἐσμαράγησεν ,
ἐπέστενε δ᾽ οὐρανὸς εὐρὺς
680
σειόμενος ,
πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
681
ῥιπῇ ὕπ᾽ ἀθανάτων ,
ἔνοσις δ᾽ ἵκανε βαρεῖα
682
Τάρταρον ἠερόεντα ,
ποδῶν τ᾽ αἰπεῖα ἰωὴ
683
ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων:
684
ὣς ἄρ᾽ ἐπ᾽ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
685
φωνὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ οὐρανὸν ἀστερόεντα
686
κεκλομένων :
οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
687
οὐδ᾽ ἄρ᾽ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος ,
ἀλλά νυ τοῦ γε
688
εἶθαρ μὲν μένεος πλῆντο φρένες ,
ἐκ δέ τε πᾶσαν
689
φαῖνε βίην :
ἄμυδις δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανοῦ ἠδ᾽ ἀπ᾽ Ὀλύμπου
690
ἀστράπτων ἔστειχε συνωχαδόν :
οἱ δὲ κεραυνοὶ