Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
691
ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
692
χειρὸς ἄπο στιβαρῆς ,
ἱερὴν φλόγα εἰλυφόωντες
693
ταρφέες :
ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
694
καιομένη ,
λάκε δ᾽ ἀμφὶ πυρὶ μεγάλ᾽ ἄσπετος ὕλη.
695
ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
696
πόντος τ᾽ ἀτρύγετος :
τοὺς δ᾽ ἄμφεπε θερμὸς ἀυτμὴ
697
Τιτῆνας χθονίους ,
φλὸξ δ᾽ αἰθέρα δῖαν ἵκανεν
698
ἄσπετος ,
ὄσσε δ᾽ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
699
αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
700
καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος :
εἴσατο δ᾽ ἄντα
701
ὀφθαλμοῖσιν ἰδεῖν ἠδ᾽ οὔασι ὄσσαν ἀκοῦσαι
702
αὔτως ,
ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
703
πίλνατο :
τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
704
τῆς μὲν ἐρειπομένης ,
τοῦ δ᾽ ὑψόθεν ἐξεριπόντος:
705
τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
706
σὺν δ᾽ ἄνεμοι ἔνοσίν τε κονίην τ᾽ ἐσφαράγιζον
707
βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
708
κῆλα Διὸς μεγάλοιο ,
φέρον δ᾽ ἰαχήν τ᾽ ἐνοπήν τε
709
ἐς μέσον ἀμφοτέρων :
ὄτοβος δ᾽ ἄπλητος ὀρώρει
710
σμερδαλέης ἔριδος ,
κάρτος δ᾽ ἀνεφαίνετο ἔργων.
711
ἐκλίνθη δὲ μάχη :
πρὶν δ᾽ ἀλλήλοις ἐπέχοντες
712
ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
713
οἳ δ᾽ ἄρ᾽ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
714
Κόττος τε Βριάρεώς τε Γύης τ᾽ ἄατος πολέμοιο,
715
οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
716
πέμπον ἐπασσυτέρας ,
κατὰ δ᾽ ἐσκίασαν βελέεσσι
717
Τιτῆνας ,
καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
718
πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
719
χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
720
τόσσον ἔνερθ᾽ ὑπὸ γῆς ,
ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης: