Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τόσσον γάρ τ᾽ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
οὐρανόθεν κατιὼν δεκάτῃ κ᾽ ἐς γαῖαν ἵκοιτο:
ἐννέα δ᾽ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
725
ἐκ γαίης κατιὼν δεκάτῃ κ᾽ ἐς Τάρταρον ἵκοι.
τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται : ἀμφὶ δέ μιν νὺξ
τριστοιχεὶ κέχυται περὶ δειρήν : αὐτὰρ ὕπερθεν
γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
730
κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
χώρῳ ἐν εὐρώεντι , πελώρης ἔσχατα γαίης.
τοῖς οὐκ ἐξιτόν ἐστι . θύρας δ᾽ ἐπέθηκε Ποσειδέων
χαλκείας , τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
735
ναίουσιν , φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
πόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν
ἀργαλέ᾽ εὐρώεντα , τά τε στυγέουσι θεοί περ,
740
χάσμα μέγ᾽ , οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
οὖδας ἵκοιτ᾽ , εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ
ἀργαλέη : δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι
τοῦτο τέρας . Νυκτὸς δ᾽ ἐρεβεννῆς οἰκία δεινὰ
745
ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
τῶν πρόσθ᾽ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν
ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν
ἀστεμφέως , ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
ἀλλήλας προσέειπον , ἀμειβόμεναι μέγαν οὐδὸν
750
χάλκεον : μὲν ἔσω καταβήσεται , δὲ θύραζε