Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
751
ἔρχεται ,
οὐδέ ποτ᾽ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
752
ἀλλ᾽ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
753
γαῖαν ἐπιστρέφεται ,
ἣ δ᾽ αὖ δόμου ἐντὸς ἐοῦσα
754
μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ ,
ἔστ᾽ ἂν ἵκηται,
755
ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
756
ἣ δ᾽ Ὕπνον μετὰ χερσί ,
κασίγνητον Θανάτοιο.
757
Νὺξ ὀλοή ,
νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
758
ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί᾽ ἔχουσιν,
759
Ὕπνος καὶ Θάνατος ,
δεινοὶ θεοί :
οὐδέ ποτ᾽ αὐτοὺς
760
Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
761
οὐρανὸν εἲς ἀνιὼν οὐδ᾽ οὐρανόθεν καταβαίνων.
762
τῶν δ᾽ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
763
ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
764
τοῦ δὲ σιδηρέη μὲν κραδίη ,
χάλκεον δέ οἱ ἦτορ
765
νηλεὲς ἐν στήθεσσιν :
ἔχει δ᾽ ὃν πρῶτα λάβῃσιν
766
ἀνθρώπων :
ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
767
ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
768
ἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
769
ἑστᾶσιν ,
δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
770
νηλειής ,
τέχνην δὲ κακὴν ἔχει :
ἐς μὲν ἰόντας
771
σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
772
ἐξελθεῖν δ᾽ οὐκ αὖτις ἐᾷ πάλιν ,
ἀλλὰ δοκεύων
773
ἐσθίει ,
ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
774
[
ἰφθίμου
τ᾽
Ἀίδεω
καὶ
ἐπαινῆς
Περσεφονείης. ]
775
ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
776
δεινὴ Στύξ ,
θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
777
πρεσβυτάτη :
νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
778
μακρῇσιν πέτρῃσι κατηρεφέ᾽ :
ἀμφὶ δὲ πάντη
779
κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
780
παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις