Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀγγελίην πωλεῖται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
ὁππότ᾽ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
καί ῥ᾽ ὅστις ψεύδηται Ὀλύμπια δώματ᾽ ἐχόντων,
Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
785
τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
ψυχρόν , ὅτ᾽ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
ὑψηλῆς : πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
Ὠκεανοῖο κέρας : δεκάτη δ᾽ ἐπὶ μοῖρα δέδασται:
790
ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
δὲ μί᾽ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
ἀθανάτων , οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
795
κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν:
οὐδέ ποτ᾽ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
βρώσιος , ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
στρωτοῖς ἐν λεχέεσσι , κακὸν δέ κῶμα καλύπτει.
αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
800
ἄλλος γ᾽ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
οὐδέ ποτ᾽ ἐς βουλὴν ἐπιμίσγεται οὐδ᾽ ἐπὶ δαῖτας
ἐννέα πάντα ἔτεα : δεκάτῳ δ᾽ ἐπιμίσγεται αὖτις
εἴρας ἐς ἀθανάτων , οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν.
805
τοῖον ἄρ᾽ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ
ὠγύγιον , τὸ δ᾽ ἵησι καταστυφέλου διὰ χώρου.
ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
πόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν
810
ἀργαλέ᾽ εὐρώεντα , τά τε στυγέουσι θεοί περ.