Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
811
ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
812
ἀστεμφής ,
ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
813
αὐτοφυής :
πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
814
Τιτῆνες ναίουσι ,
πέρην Χάεος ζοφεροῖο.
815
αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
816
δώματα ναιετάουσιν ἐπ᾽ Ὠκεανοῖο θεμέθλοις,
817
Κόττος τ᾽ ἠδὲ Γύης :
Βριάρεών γε μὲν ἠὺν ἐόντα
818
γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
819
δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν ,
θυγατέρα ἥν.
820
αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ᾽ οὐρανοῦ ἐξέλασεν Ζεύς,
821
ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
822
Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην:
823
οὗ χεῖρες μὲν ἔασιν ἐπ᾽ ἰσχύι ,
ἔργματ᾽ ἔχουσαι,
824
καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ :
ἐκ δέ οἱ ὤμων
825
ἣν ἑκατὸν κεφαλαὶ ὄφιος ,
δεινοῖο δράκοντος,
826
γλώσσῃσιν δνοφερῇσι λελιχμότες ,
ἐκ δέ οἱ ὄσσων
827
θεσπεσίῃς κεφαλῇσιν ὑπ᾽ ὀφρύσι πῦρ ἀμάρυσσεν:
828
πασέων δ᾽ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο:
829
φωναὶ δ᾽ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
830
παντοίην ὄπ᾽ ἰεῖσαι ἀθέσφατον :
ἄλλοτε μὲν γὰρ
831
φθέγγονθ᾽ ὥστε θεοῖσι συνιέμεν ,
ἄλλοτε δ᾽ αὖτε
832
ταύρου ἐριβρύχεω ,
μένος ἀσχέτου ,
ὄσσαν ἀγαύρου,
833
ἄλλοτε δ᾽ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
834
ἄλλοτε δ᾽ αὖ σκυλάκεσσιν ἐοικότα ,
θαύματ᾽ ἀκοῦσαι,
835
ἄλλοτε δ᾽ αὖ ῥοίζεσχ᾽ ,
ὑπὸ δ᾽ ἤχεεν οὔρεα μακρά.
836
καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ
837
καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
838
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
839
σκληρὸν δ᾽ ἐβρόντησε καὶ ὄβριμον ,
ἀμφὶ δὲ γαῖα
840
σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε