Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι
2
δεῦτε ,
Δί᾽ ἐννέπετε ,
σφέτερον πατέρ᾽ ὑμνείουσαι:
3
ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
4
ῥητοί τ᾽ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.
5
ῥέα μὲν γὰρ βριάει ,
ῥέα δὲ βριάοντα χαλέπτει,
6
ῥεῖα δ᾽ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
7
ῥεῖα δέ τ᾽ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
8
Ζεὺς ὑψιβρεμέτης ,
ὃς ὑπέρτατα δώματα ναίει.
9
κλῦθι ἰδὼν ἀίων τε ,
δίκῃ δ᾽ ἴθυνε θέμιστας
10
τύνη :
ἐγὼ δέ κε ,
Πέρση ,
ἐτήτυμα μυθησαίμην.
11
οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος ,
ἀλλ᾽ ἐπὶ γαῖαν
12
εἰσὶ δύω :
τὴν μέν κεν ἐπαινέσσειε νοήσας,
13
ἣ δ᾽ ἐπιμωμητή :
διὰ δ᾽ ἄνδιχα θυμὸν ἔχουσιν.
14
ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,
15
σχετλίη :
οὔτις τήν γε φιλεῖ βροτός ,
ἀλλ᾽ ὑπ᾽ ἀνάγκης
16
ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
17
τὴν δ᾽ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
18
θῆκε δέ μιν Κρονίδης ὑψίζυγος ,
αἰθέρι ναίων,
19
γαίης ἐν ῥίζῃσι ,
καὶ ἀνδράσι πολλὸν ἀμείνω:
20
ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.
21
εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει
22
πλούσιον ,
ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
23
οἶκόν τ᾽ εὖ θέσθαι :
ζηλοῖ δέ τε γείτονα γείτων
24
εἰς ἄφενος σπεύδοντ᾽ :
ἀγαθὴ δ᾽ Ἔρις ἥδε βροτοῖσιν.
25
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
26
καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
27
ὦ Πέρση ,
σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
28
μηδέ σ᾽ Ἔρις κακόχαρτος ἀπ᾽ ἔργου θυμὸν ἐρύκοι
29
νείκε᾽ ὀπιπεύοντ᾽ ἀγορῆς ἐπακουὸν ἐόντα.
30
ὤρη γάρ τ᾽ ὀλίγη πέλεται νεικέων τ᾽ ἀγορέων τε,