Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
31
ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
32
ὡραῖος ,
τὸν γαῖα φέρει ,
Δημήτερος ἀκτήν.
33
τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
34
κτήμασ᾽ ἐπ᾽ ἀλλοτρίοις :
σοὶ δ᾽ οὐκέτι δεύτερον ἔσται
35
ὧδ᾽ ἔρδειν :
ἀλλ᾽ αὖθι διακρινώμεθα νεῖκος
36
ἰθείῃσι δίκῃς ,
αἵ τ᾽ ἐκ Διός εἰσιν ἄρισται.
37
ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ᾽ ,
ἀλλὰ τὰ πολλὰ
38
ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας
39
δωροφάγους ,
οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.
40
νήπιοι ,
οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς
41
οὐδ᾽ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ᾽ ὄνειαρ.
42
κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν:
43
ῥηιδίως γάρ κεν καὶ ἐπ᾽ ἤματι ἐργάσσαιο,
44
ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα:
45
αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
46
ἔργα βοῶν δ᾽ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
47
ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,
48
ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης:
49
τοὔνεκ᾽ ἄρ᾽ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
50
κρύψε δὲ πῦρ :
τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο
51
ἔκλεψ᾽ ἀνθρώποισι Διὸς πάρα μητιόεντος
52
ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
53
τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς:
54
Ἰαπετιονίδη ,
πάντων πέρι μήδεα εἰδώς,
55
χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
56
σοί τ᾽ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
57
τοῖς δ᾽ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν ,
ᾧ κεν ἅπαντες
58
τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
59
ὣς ἔφατ᾽ :
ἐκ δ᾽ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
60
Ἥφαιστον δ᾽ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα