Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
61
γαῖαν ὕδει φύρειν ,
ἐν δ᾽ ἀνθρώπου θέμεν αὐδὴν
62
καὶ σθένος ,
ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν
63
παρθενικῆς καλὸν εἶδος ἐπήρατον :
αὐτὰρ Ἀθήνην
64
ἔργα διδασκῆσαι ,
πολυδαίδαλον ἱστὸν ὑφαίνειν:
65
καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην
66
καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας:
67
ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος
68
Ἑρμείην ἤνωγε ,
διάκτορον Ἀργεϊφόντην.
69
ὣς ἔφαθ᾽ :
οἳ δ᾽ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.
70
αὐτίκα δ᾽ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις
71
παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς:
72
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη:
73
ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ
74
ὅρμους χρυσείους ἔθεσαν χροΐ :
ἀμφὶ δὲ τήν γε
75
Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν:
76
[
πάντα
δέ
οἱ
χροῒ
κόσμον
ἐφήρμοσε
Παλλὰς
Ἀθήνη.]
77
ἐν δ᾽ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης
78
ψεύδεά θ᾽ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος
79
[
τεῦξε
Διὸς
βουλῇσι
βαρυκτύπου :
ἐν
δ᾽
ἄρα
φωνὴν]
80
θῆκε θεῶν κῆρυξ ,
ὀνόμηνε δὲ τήνδε γυναῖκα
81
Πανδώρην ,
ὅτι πάντες Ὀλύμπια δώματ᾽ ἔχοντες
82
δῶρον ἐδώρησαν ,
πῆμ᾽ ἀνδράσιν ἀλφηστῇσιν.
83
αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,
84
εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην
85
δῶρον ἄγοντα ,
θεῶν ταχὺν ἄγγελον :
οὐδ᾽ Ἐπιμηθεὺς
86
ἐφράσαθ᾽ ,
ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον
87
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ,
ἀλλ᾽ ἀποπέμπειν
88
ἐξοπίσω ,
μή πού τι κακὸν θνητοῖσι γένηται.
89
αὐτὰρ ὃ δεξάμενος ,
ὅτε δὴ κακὸν εἶχ᾽ ,
ἐνόησεν.
90
Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων