Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
νούσων τ᾽ ἀργαλέων , αἵ τ᾽ ἀνδράσι Κῆρας ἔδωκαν.
[ αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.]
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ᾽ ἀφελοῦσα
95
ἐσκέδασ᾽ : ἀνθρώποισι δ᾽ ἐμήσατο κήδεα λυγρά.
μούνη δ᾽ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν , οὐδὲ θύραζε
ἐξέπτη : πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο
[ αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.]
100
ἄλλα δὲ μυρία λυγρὰ κατ᾽ ἀνθρώπους ἀλάληται:
πλείη μὲν γὰρ γαῖα κακῶν , πλείη δὲ θάλασσα:
νοῦσοι δ᾽ ἀνθρώποισιν ἐφ᾽ ἡμέρῃ , αἳ δ᾽ ἐπὶ νυκτὶ
αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
σιγῇ , ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
105
οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.
εἰ δ᾽ ἐθέλεις , ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω
εὖ καὶ ἐπισταμένως : σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ᾽ ἄνθρωποι.
χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
110
ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες.
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν , ὅτ᾽ οὐρανῷ ἐμβασίλευεν:
ὥστε θεοὶ δ᾽ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος : οὐδέ τι δειλὸν
γῆρας ἐπῆν , αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
115
τέρποντ᾽ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων:
θνῇσκον δ᾽ ὥσθ᾽ ὕπνῳ δεδμημένοι : ἐσθλὰ δὲ πάντα
τοῖσιν ἔην : καρπὸν δ᾽ ἔφερε ζείδωρος ἄρουρα
αὐτομάτη πολλόν τε καὶ ἄφθονον : οἳ δ᾽ ἐθελημοὶ
ἥσυχοι ἔργ᾽ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
120
ἀφνειοὶ μήλοισι , φίλοι μακάρεσσι θεοῖσιν.