Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖ᾽ ἐκάλυψε,—
τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται
ἐσθλοί , ἀλεξίκακοι , φύλακες θνητῶν ἀνθρώπων,
[ οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
125
ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ᾽ αἶαν,]
πλουτοδόται : καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,
δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν
ἀργύρεον ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες,
χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.
130
ἀλλ᾽ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ
ἐτρέφετ᾽ ἀτάλλων , μέγα νήπιος , ἐνὶ οἴκῳ.
ἀλλ᾽ ὅτ᾽ ἄρ᾽ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,
παυρίδιον ζώεσκον ἐπὶ χρόνον , ἄλγε᾽ ἔχοντες
ἀφραδίῃς : ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο
135
ἀλλήλων ἀπέχειν , οὐδ᾽ ἀθανάτους θεραπεύειν
ἤθελον οὐδ᾽ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
θέμις ἀνθρώποις κατὰ ἤθεα . τοὺς μὲν ἔπειτα
Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος , οὕνεκα τιμὰς
οὐκ ἔδιδον μακάρεσσι θεοῖς , οἳ Ὄλυμπον ἔχουσιν.
140
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ᾽ ἐκάλυψε,—
τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,
δεύτεροι , ἀλλ᾽ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
χάλκειον ποίησ᾽ , οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
145
ἐκ μελιᾶν , δεινόν τε καὶ ὄβριμον : οἷσιν Ἄρηος
ἔργ᾽ ἔμελεν στονόεντα καὶ ὕβριες : οὐδέ τι σῖτον
ἤσθιον , ἀλλ᾽ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,
ἄπλαστοι : μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
150
ὧν δ᾽ ἦν χάλκεα μὲν τεύχεα , χάλκεοι δέ τε οἶκοι