Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
χαλκῷ δ᾽ εἰργάζοντο : μέλας δ᾽ οὐκ ἔσκε σίδηρος.
καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες
βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο
νώνυμνοι : θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
155
εἷλε μέλας , λαμπρὸν δ᾽ ἔλιπον φάος ἠελίοιο.
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ᾽ ἐκάλυψεν,
αὖτις ἔτ᾽ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
Ζεὺς Κρονίδης ποίησε , δικαιότερον καὶ ἄρειον,
ἀνδρῶν ἡρώων θεῖον γένος , οἳ καλέονται
160
ἡμίθεοι , προτέρη γενεὴ κατ᾽ ἀπείρονα γαῖαν.
καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,
τοὺς μὲν ὑφ᾽ ἑπταπύλῳ Θήβῃ , Καδμηίδι γαίῃ,
ὤλεσε μαρναμένους μήλων ἕνεκ᾽ Οἰδιπόδαο,
τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης
165
ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ᾽ ἠυκόμοιο.
ἔνθ᾽ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,
τοῖς δὲ δίχ᾽ ἀνθρώπων βίοτον καὶ ἤθε᾽ ὀπάσσας
Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
170
καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες
ἐν μακάρων νήσοισι παρ᾽ Ὠκεανὸν βαθυδίνην,
ὄλβιοι ἥρωες , τοῖσιν μελιηδέα καρπὸν
τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
τηλοῦ ἀπ᾽ ἀθανάτων : τοῖσιν Κρόνος ἐμβασιλεύει.
τοῦ γὰρ δεσμὸ ] ν ἔλυσε πα [ τὴρ ἀνδρῶν τε θεῶν τε.
τοῖσι δ᾽ ὁμῶς ν ] εάτοις τιμὴ [ καὶ κῦδος ὀπηδεῖ.
Πέμπτον δ᾽ αὖτις ἔτ᾽ ] λλο γένος θῆκ᾽ [ εὐρύοπα Ζεὺς
ἀνδρῶν , οἳ ] γεγάασιν ἐπὶ [ χθονὶ πουλυβοτείρῃ.]
μηκέτ᾽ ἔπειτ᾽ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
175
ἀνδράσιν , ἀλλ᾽ πρόσθε θανεῖν ἔπειτα γενέσθαι.
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον : οὐδέ ποτ᾽ ἦμαρ