Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
177
παύονται καμάτου καὶ ὀιζύος ,
οὐδέ τι νύκτωρ
178
φθειρόμενοι .
χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας:
179
ἀλλ᾽ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
180
Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
181
εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
182
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,
183
οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
184
οὐδὲ κασίγνητος φίλος ἔσσεται ,
ὡς τὸ πάρος περ.
185
αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας:
186
μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι
187
σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες :
οὐδέ κεν οἵ γε
188
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν
189
χειροδίκαι :
ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει.
190
οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου
191
οὔτ᾽ ἀγαθοῦ ,
μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
192
ἀνέρες αἰνήσουσι :
δίκη δ᾽ ἐν χερσί ,
καὶ αἰδὼς
193
οὐκ ἔσται :
βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα
194
μύθοισιν σκολιοῖς ἐνέπων ,
ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.
195
ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι
196
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει ,
στυγερώπης.
197
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
198
λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν
199
ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους
200
Αἰδὼς καὶ Νέμεσις :
τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
201
θνητοῖς ἀνθρώποισι :
κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.
202
νῦν δ᾽ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς:
203
ὧδ᾽ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον
204
ὕψι μάλ᾽ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς:
205
ἣ δ᾽ ἐλεόν ,
γναμπτοῖσι πεπαρμένη ἀμφ᾽ ὀνύχεσσι,
206
μύρετο :
τὴν ὅγ᾽ ἐπικρατέως πρὸς μῦθον ἔειπεν: