Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δαιμονίη , τί λέληκας ; ἔχει νύ σε πολλὸν ἀρείων:
τῇ δ᾽ εἶς , σ᾽ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν:
δεῖπνον δ᾽ , αἴ κ᾽ ἐθέλω , ποιήσομαι ἠὲ μεθήσω.
210
ἄφρων δ᾽ , ὅς κ᾽ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν:
νίκης τε στέρεται πρός τ᾽ αἴσχεσιν ἄλγεα πάσχει.
ὣς ἔφατ᾽ ὠκυπέτης ἴρηξ , τανυσίπτερος ὄρνις.
Πέρση , σὺ δ᾽ ἄκουε δίκης , μηδ᾽ ὕβριν ὄφελλε:
ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ : οὐδὲ μὲν ἐσθλὸς
215
ῥηιδίως φερέμεν δύναται , βαρύθει δέ θ᾽ ὑπ᾽ αὐτῆς
ἐγκύρσας ἄτῃσιν : ὁδὸς δ᾽ ἑτέρηφι παρελθεῖν
κρείσσων ἐς τὰ δίκαια : Δίκη δ᾽ ὑπὲρ Ὕβριος ἴσχει
ἐς τέλος ἐξελθοῦσα : παθὼν δέ τε νήπιος ἔγνω.
αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
220
τῆς δὲ Δίκης ῥόθος ἑλκομένης , κ᾽ ἄνδρες ἄγωσι
δωροφάγοι , σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.
δ᾽ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,
ἠέρα ἑσσαμένη , κακὸν ἀνθρώποισι φέρουσα,
οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
225
Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν
ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,
τοῖσι τέθηλε πόλις , λαοὶ δ᾽ ἀνθεῦσιν ἐν αὐτῇ:
εἰρήνη δ᾽ ἀνὰ γῆν κουροτρόφος , οὐδέ ποτ᾽ αὐτοῖς
ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς:
230
οὐδέ ποτ᾽ ἰθυδίκῃσι μετ᾽ ἀνδράσι λιμὸς ὀπηδεῖ
οὐδ᾽ ἄτη , θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
τοῖσι φέρει μὲν γαῖα πολὺν βίον , οὔρεσι δὲ δρῦς
ἄκρη μέν τε φέρει βαλάνους , μέσση δὲ μελίσσας:
εἰροπόκοι δ᾽ ὄιες μαλλοῖς καταβεβρίθασιν:
235
τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν:
θάλλουσιν δ᾽ ἀγαθοῖσι διαμπερές : οὐδ᾽ ἐπὶ νηῶν