Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
237
νίσσονται ,
καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
238
οἷς δ᾽ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,
239
τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
240
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
241
ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
242
τοῖσιν δ᾽ οὐρανόθεν μέγ᾽ ἐπήγαγε πῆμα Κρονίων
243
λιμὸν ὁμοῦ καὶ λοιμόν :
ἀποφθινύθουσι δὲ λαοί.
244
οὐδὲ γυναῖκες τίκτουσιν ,
μινύθουσι δὲ οἶκοι
245
Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου :
ἄλλοτε δ᾽ αὖτε
246
ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος
247
ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.
248
ὦ βασιλῆς ,
ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ
249
τήνδε δίκην :
ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες
250
ἀθάνατοι φράζονται ,
ὅσοι σκολιῇσι δίκῃσιν
251
ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
252
τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
253
ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων:
254
οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
255
ἠέρα ἑσσάμενοι ,
πάντη φοιτῶντες ἐπ᾽ αἶαν.
256
ἡ δέ τε παρθένος ἐστὶ Δίκη ,
Διὸς ἐκγεγαυῖα,
257
κυδρή τ᾽ αἰδοίη τε θεῶν ,
οἳ Ὄλυμπον ἔχουσιν.
258
καί ῥ᾽ ὁπότ᾽ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,
259
αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι
260
γηρύετ᾽ ἀνθρώπων ἄδικον νόον ,
ὄφρ᾽ ἀποτίσῃ
261
δῆμος ἀτασθαλίας βασιλέων ,
οἳ λυγρὰ νοεῦντες
262
ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
263
ταῦτα φυλασσόμενοι ,
βασιλῆς ,
ἰθύνετε †δίκας
264
δωροφάγοι ,
σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
265
οἷ γ᾽ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,
266
ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.