Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
267
πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
268
καί νυ τάδ᾽ ,
αἴ κ᾽ ἐθέλῃσ᾽ ,
ἐπιδέρκεται ,
οὐδέ ἑ λήθει,
269
οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
270
νῦν δὴ ἐγὼ μήτ᾽ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος
271
εἴην μήτ᾽ ἐμὸς υἱός :
ἐπεὶ κακὸν ἄνδρα δίκαιον
272
ἔμμεναι ,
εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει:
273
ἀλλὰ τά γ᾽ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.
274
ὦ Πέρση ,
σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,
275
καὶ νυ δίκης ἐπάκουε ,
βίης δ᾽ ἐπιλήθεο πάμπαν.
276
τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων
277
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
278
ἐσθέμεν ἀλλήλους ,
ἐπεὶ οὐ δίκη ἐστὶ μετ᾽ αὐτοῖς:
279
ἀνθρώποισι δ᾽ ἔδωκε δίκην ,
ἣ πολλὸν ἀρίστη
280
γίγνεται :
εἰ γάρ τίς κ᾽ ἐθέλῃ τὰ δίκαι᾽ ἀγορεῦσαι
281
γιγνώσκων ,
τῷ μέν τ᾽ ὄλβον διδοῖ εὐρύοπα Ζεύς:
282
ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας
283
ψεύσεται ,
ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
284
τοῦ δέ τ᾽ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται:
285
ἀνδρὸς δ᾽ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
286
σοὶ δ᾽ ἐγὼ ἐσθλὰ νοέων ἐρέω ,
μέγα νήπιε Πέρση.
287
τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
288
ῥηιδίως :
λείη μὲν ὁδός ,
μάλα δ᾽ ἐγγύθι ναίει:
289
τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
290
ἀθάνατοι :
μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν
291
καὶ τρηχὺς τὸ πρῶτον :
ἐπὴν δ᾽ εἰς ἄκρον ἵκηται,
292
ῥηιδίη δὴ ἔπειτα πέλει ,
χαλεπή περ ἐοῦσα.
293
οὗτος μὲν πανάριστος ,
ὃς αὐτὸς πάντα νοήσῃ
294
φρασσάμενος ,
τά κ᾽ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω:
295
ἐσθλὸς δ᾽ αὖ κἀκεῖνος ,
ὃς εὖ εἰπόντι πίθηται:
296
ὃς δέ κε μήτ᾽ αὐτὸς νοέῃ μήτ᾽ ἄλλου ἀκούων