Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐν θυμῷ βάλληται , δ᾽ αὖτ᾽ ἀχρήιος ἀνήρ.
ἀλλὰ σύ γ᾽ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς
ἐργάζευ , Πέρση , δῖον γένος , ὄφρα σε λιμὸς
300
ἐχθαίρῃ , φιλέῃ δέ σ᾽ ἐυστέφανος Δημήτηρ
αἰδοίη , βιότου δὲ τεὴν πιμπλῇσι καλιήν:
λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες , ὅς κεν ἀεργὸς
ζώῃ , κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
305
οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ
ἔσθοντες : σοὶ δ᾽ ἔργα φίλ᾽ ἔστω μέτρια κοσμεῖν,
ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
ἐξ ἔργων δ᾽ ἄνδρες πολύμηλοί τ᾽ ἀφνειοί τε:
καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.
ἔργον δ᾽ οὐδὲν ὄνειδος , ἀεργίη δέ τ᾽ ὄνειδος.
εἰ δέ κε ἐργάζῃ , τάχα σε ζηλώσει ἀεργὸς
πλουτεῦντα : πλούτῳ δ᾽ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
δαίμονι δ᾽ οἷος ἔησθα , τὸ ἐργάζεσθαι ἄμεινον,
315
εἴ κεν ἀπ᾽ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν
εἰς ἔργον τρέψας μελετᾷς βίου , ὥς σε κελεύω.
αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
αἰδώς , τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησιν.
αἰδώς τοι πρὸς ἀνολβίῃ , θάρσος δὲ πρὸς ὄλβῳ.
320
χρήματα δ᾽ οὐχ ἁρπακτά , θεόσδοτα πολλὸν ἀμείνω.
εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
γ᾽ ἀπὸ γλώσσης ληίσσεται , οἷά τε πολλὰ
γίγνεται , εὖτ᾽ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ
ἀνθρώπων , αἰδῶ δέ τ᾽ ἀναιδείη κατοπάζῃ:
325
ῥεῖα δέ μιν μαυροῦσι θεοί , μινύθουσι δὲ οἶκον
ἀνέρι τῷ , παῦρον δέ τ᾽ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
ἶσον δ᾽ ὅς θ᾽ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,