Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
κρυπταδίης εὐνῆς ἀλόχου , παρακαίρια ῥέζων,
330
ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα,
ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν:
τῷ δ᾽ τοι Ζεὺς αὐτὸς ἀγαίεται , ἐς δὲ τελευτὴν
ἔργων ἀντ᾽ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
335
ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ᾽ ἀεσίφρονα θυμόν.
κὰδ δύναμιν δ᾽ ἔρδειν ἱέρ᾽ ἀθανάτοισι θεοῖσιν
ἁγνῶς καὶ καθαρῶς , ἐπὶ δ᾽ ἀγλαὰ μηρία καίειν:
ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,
ἠμὲν ὅτ᾽ εὐνάζῃ καὶ ὅτ᾽ ἂν φάος ἱερὸν ἔλθῃ,
340
ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,
ὄφρ᾽ ἄλλων ὠνῇ κλῆρον , μὴ τὸν τεὸν ἄλλος.
τὸν φιλέοντ᾽ ἐπὶ δαῖτα καλεῖν , τὸν δ᾽ ἐχθρὸν ἐᾶσαι:
τὸν δὲ μάλιστα καλεῖν , ὅς τις σέθεν ἐγγύθι ναίει:
εἰ γάρ τοι καὶ χρῆμ᾽ ἐγχώριον ἄλλο γένηται,
345
γείτονες ἄζωστοι ἔκιον , ζώσαντο δὲ πηοί.
πῆμα κακὸς γείτων , ὅσσον τ᾽ ἀγαθὸς μέγ᾽ ὄνειαρ.
ἔμμορέ τοι τιμῆς , ὅς τ᾽ ἔμμορε γείτονος ἐσθλοῦ.
οὐδ᾽ ἂν βοῦς ἀπόλοιτ᾽ , εἰ μὴ γείτων κακὸς εἴη.
εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος , εὖ δ᾽ ἀποδοῦναι,
350
αὐτῷ τῷ μέτρῳ , καὶ λώιον , αἴ κε δύνηαι,
ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.
μὴ κακὰ κερδαίνειν : κακὰ κέρδεα ἶσ᾽ ἀάτῃσιν.
τὸν φιλέοντα φιλεῖν , καὶ τῷ προσιόντι προσεῖναι.
καὶ δόμεν , ὅς κεν δῷ , καὶ μὴ δόμεν , ὅς κεν μὴ δῷ.
355
δώτῃ μέν τις ἔδωκεν , ἀδώτῃ δ᾽ οὔτις ἔδωκεν.
δὼς ἀγαθή , ἅρπαξ δὲ κακή , θανάτοιο δότειρα.
ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων , γε , κεἰ μέγα δοίη,