Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
358
χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν:
359
ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
360
καί τε σμικρὸν ἐόν ,
τό γ᾽ ἐπάχνωσεν φίλον ἦτορ.
361
ὃς δ᾽ ἐπ᾽ ἐόντι φέρει ,
ὃ δ᾽ ἀλέξεται αἴθοπα λιμόν:
362
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
363
καὶ θαμὰ τοῦτ᾽ ἔρδοις ,
τάχα κεν μέγα καὶ τὸ γένοιτο.
364
οὐδὲ τό γ᾽ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.
365
οἴκοι βέλτερον εἶναι ,
ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.
366
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι ,
πῆμα δὲ θυμῷ
367
χρηίζειν ἀπεόντος ,
ἅ σε φράζεσθαι ἄνωγα.
368
ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
369
μεσσόθι φείδεσθαι :
δειλὴ δ᾽ ἐνὶ πυθμένι φειδώ.
370
μισθὸς δ᾽ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
371
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
372
πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
373
μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
374
αἱμύλα κωτίλλουσα ,
τεὴν διφῶσα καλιήν.
375
ὃς δὲ γυναικὶ πέποιθε ,
πέποιθ᾽ ὅ γε φηλήτῃσιν.
376
μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
377
φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.
378
γηραιὸς δὲ θάνοις ἕτερον παῖδ᾽ ἐγκαταλείπων.
379
ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.
380
πλείων μὲν πλεόνων μελέτη ,
μείζων δ᾽ ἐπιθήκη.
381
σοὶ δ᾽ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,
382
ὧδ᾽ ἔρδειν ,
καὶ ἔργον ἐπ᾽ ἔργῳ ἐργάζεσθαι.
383
πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
384
ἄρχεσθ᾽ ἀμήτου ,
ἀρότοιο δὲ δυσομενάων.
385
αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
386
κεκρύφαται ,
αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
387
φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.