Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
388
οὗτός τοι πεδίων πέλεται νόμος ,
οἵ τε θαλάσσης
389
ἐγγύθι ναιετάουσ᾽ ,
οἵ τ᾽ ἄγκεα βησσήεντα,
390
πόντου κυμαίνοντος ἀπόπροθι ,
πίονα χῶρον
391
ναίουσιν :
γυμνὸν σπείρειν ,
γυμνὸν δὲ βοωτεῖν,
392
γυμνὸν δ᾽ ἀμάειν ,
εἴ χ᾽ ὥρια πάντ᾽ ἐθέλῃσθα
393
ἔργα κομίζεσθαι Δημήτερος :
ὥς τοι ἕκαστα
394
ὥρι᾽ ἀέξηται ,
μή πως τὰ μέταζε χατίζων
395
πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.
396
ὡς καὶ νῦν ἐπ᾽ ἔμ᾽ ἦλθες :
ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
397
οὐδ᾽ ἐπιμετρήσω :
ἐργάζευ ,
νήπιε Πέρση,
398
ἔργα ,
τά τ᾽ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
399
μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
400
ζητεύῃς βίοτον κατὰ γείτονας ,
οἳ δ᾽ ἀμελῶσιν.
401
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι :
ἢν δ᾽ ἔτι λυπῇς,
402
χρῆμα μὲν οὐ πρήξεις ,
σὺ δ᾽ ἐτώσια πόλλ᾽ ἀγορεύσεις:
403
ἀχρεῖος δ᾽ ἔσται ἐπέων νομός .
ἀλλά σ᾽ ἄνωγα
404
φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ᾽ ἀλεωρήν.
405
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ᾽ ἀροτῆρα,
406
κτητήν ,
οὐ γαμετήν ,
ἥτις καὶ βουσὶν ἕποιτο,
407
χρήματα δ᾽ ἐν οἴκῳ πάντ᾽ ἄρμενα ποιήσασθαι,
408
μὴ σὺ μὲν αἰτῇς ἄλλον ,
ὃ δ᾽ ἀρνῆται ,
σὺ δὲ τητᾷ,
409
ἡ δ᾽ ὥρη παραμείβηται ,
μινύθῃ δὲ τὸ ἔργον.
410
μηδ᾽ ἀναβάλλεσθαι ἔς τ᾽ αὔριον ἔς τε ἔνηφιν:
411
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
412
οὐδ᾽ ἀναβαλλόμενος :
μελέτη δὲ τὸ ἔργον ὀφέλλει:
413
αἰεὶ δ᾽ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
414
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
415
καύματος ἰδαλίμου ,
μετοπωρινὸν ὀμβρήσαντος
416
Ζηνὸς ἐρισθενέος ,
μετὰ δὲ τρέπεται βρότεος χρὼς
417
πολλὸν ἐλαφρότερος :
δὴ γὰρ τότε Σείριος ἀστὴρ