Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
418
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
419
ἔρχεται ἠμάτιος ,
πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ:
420
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
421
ὕλη ,
φύλλα δ᾽ ἔραζε χέει ,
πτόρθοιό τε λήγει:
422
τῆμος ἄρ᾽ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
423
ὄλμον μὲν τριπόδην τάμνειν ,
ὕπερον δὲ τρίπηχυν,
424
ἄξονα δ᾽ ἑπταπόδην :
μάλα γάρ νύ τοι ἄρμενον οὕτω:
425
εἰ δέ κεν ὀκταπόδην ,
ἀπὸ καὶ σφῦράν κε τάμοιο.
426
τρισπίθαμον δ᾽ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
427
πόλλ᾽ ἐπικαμπύλα κᾶλα :
φέρειν δὲ γύην ,
ὅτ᾽ ἂν εὕρῃς,
428
ἐς οἶκον ,
κατ᾽ ὄρος διζήμενος ἢ κατ᾽ ἄρουραν,
429
πρίνινον :
ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
430
εὖτ᾽ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας
431
γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
432
δοιὰ δὲ θέσθαι ἄροτρα ,
πονησάμενος κατὰ οἶκον,
433
αὐτόγυον καὶ πηκτόν ,
ἐπεὶ πολὺ λώιον οὕτω:
434
εἴ χ᾽ ἕτερον ἄξαις ,
ἕτερόν κ᾽ ἐπὶ βουσὶ βάλοιο.
435
δάφνης δ᾽ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,
436
δρυὸς ἔλυμα ,
γύης πρίνου :
βόε δ᾽ ἐνναετήρω
437
ἄρσενε κεκτῆσθαι ,
τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,
438
ἥβης μέτρον ἔχοντε :
τὼ ἐργάζεσθαι ἀρίστω.
439
οὐκ ἂν τώ γ᾽ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
440
ἄξειαν ,
τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
441
τοῖς δ᾽ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
442
ἄρτον δειπνήσας τετράτρυφον ,
ὀκτάβλωμον,
443
ὃς ἔργου μελετῶν ἰθεῖάν κ᾽ αὔλακ᾽ ἐλαύνοι,
444
μηκέτι παπταίνων μεθ᾽ ὁμήλικας ,
ἀλλ᾽ ἐπὶ ἔργῳ
445
θυμὸν ἔχων :
τοῦ δ᾽ οὔτι νεώτερος ἄλλος ἀμείνων
446
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
447
κουρότερος γὰρ ἀνὴρ μεθ᾽ ὁμήλικας ἐπτοίηται.