Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
φράζεσθαι δ᾽ , εὖτ᾽ ἂν γεράνου φωνὴν ἐπακούσῃς
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης:
450
ἥτ᾽ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην
δεικνύει ὀμβρηροῦ : κραδίην δ᾽ ἔδακ᾽ ἀνδρὸς ἀβούτεω:
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας:
ῥηίδιον γὰρ ἔπος εἰπεῖν : βόε δὸς καὶ ἄμαξαν:
ῥηίδιον δ᾽ ἀπανήνασθαι : πάρα ἔργα βόεσσιν.
455
φησὶ δ᾽ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,
νήπιος , οὐδὲ τὸ οἶδ᾽ : ἑκατὸν δέ τε δούρατ᾽ ἀμάξης,
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
εὖτ᾽ ἂν δὲ πρώτιστ᾽ ἄροτος θνητοῖσι φανείῃ,
δὴ τότ᾽ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς
460
αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ᾽ ὥρην,
πρωὶ μάλα σπεύδων , ἵνα τοι πλήθωσιν ἄρουραι.
ἦρι πολεῖν : θέρεος δὲ νεωμένη οὔ σ᾽ ἀπατήσει.
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν:
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
465
εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ᾽ ἁγνῇ,
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
ἀρχόμενος τὰ πρῶτ᾽ ἀρότου , ὅτ᾽ ἂν ἄκρον ἐχέτλης
χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
ἔνδρυον ἑλκόντων μεσάβων . δὲ τυτθὸς ὄπισθε
470
δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη
σπέρμα κατακρύπτων : ἐυθημοσύνη γὰρ ἀρίστη
θνητοῖς ἀνθρώποις , κακοθημοσύνη δὲ κακίστη.
ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
475
ἐκ δ᾽ ἀγγέων ἐλάσειας ἀράχνια : καί σε ἔολπα
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
εὐοχθέων δ᾽ ἵξεαι πολιὸν ἔαρ , οὐδὲ πρὸς ἄλλους