Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐγάσεαι : σέο δ᾽ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
480
ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,
ἀντία δεσμεύων κεκονιμένος , οὐ μάλα χαίρων,
οἴσεις δ᾽ ἐν φορμῷ : παῦροι δέ σε θηήσονται.
ἄλλοτε δ᾽ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
ἀργαλέος δ᾽ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
485
εἰ δέ κεν ὄψ᾽ ἀρόσῃς , τόδε κέν τοι φάρμακον εἴη:
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
τὸ πρῶτον , τέρπει δὲ βροτοὺς ἐπ᾽ ἀπείρονα γαῖαν,
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ᾽ ἀπολήγοι,
μήτ᾽ ἄρ᾽ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ᾽ ἀπολείπων:
490
οὕτω κ᾽ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.
ἐν θυμῷ δ᾽ εὖ πάντα φυλάσσεο : μηδέ σε λήθοι
μήτ᾽ ἔαρ γιγνόμενον πολιὸν μήθ᾽ ὥριος ὄμβρος.
πὰρ δ᾽ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
ὥρῃ χειμερίῃ , ὁπότε κρύος ἀνέρα ἔργων
495
ἰσχάνει , ἔνθα κ᾽ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
σὺν πενίῃ , λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
πολλὰ δ᾽ ἀεργὸς ἀνήρ , κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
χρηίζων βιότοιο , κακὰ προσελέξατο θυμῷ.
500
ἐλπὶς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
ἥμενον ἐν λέσχῃ , τῷ μὴ βίος ἄρκιος εἴη.
δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος:
οὐκ αἰεὶ θέρος ἐσσεῖται , ποιεῖσθε καλιάς.
μῆνα δὲ Ληναιῶνα , κάκ᾽ ἤματα , βουδόρα πάντα,
505
τοῦτον ἀλεύασθαι , καὶ πηγάδας , αἵτ᾽ ἐπὶ γαῖαν
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ