Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
508
ἐμπνεύσας ὤρινε :
μέμυκε δὲ γαῖα καὶ ὕλη:
509
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας
510
οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ
511
ἐμπίπτων ,
καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
512
θῆρες δὲ φρίσσουσ᾽ ,
οὐρὰς δ᾽ ὑπὸ μέζε᾽ ἔθεντο,
513
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον :
ἀλλά νυ καὶ τῶν
514
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
515
καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται ,
οὐδέ μιν ἴσχει:
516
καί τε δι᾽ αἶγα ἄησι τανύτριχα :
πώεα δ᾽ οὔ τι,
517
οὕνεκ᾽ ἐπηεταναὶ τρίχες αὐτῶν ,
οὐ διάησιν
518
ἲς ἀνέμου Βορέου :
τροχαλὸν δὲ γέροντα τίθησιν.
519
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
520
ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει
521
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης:
522
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ᾽ ἐλαίῳ
523
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
524
ἤματι χειμερίῳ ,
ὅτ᾽ ἀνόστεος ὃν πόδα τένδει
525
ἔν τ᾽ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
526
οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι:
527
ἀλλ᾽ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
528
στρωφᾶται ,
βράδιον δὲ Πανελλήνεσσι φαείνει.
529
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
530
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα
531
φεύγουσιν :
καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
532
ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι
533
καὶ γλάφυ πετρῆεν :
τότε δὴ τρίποδι βροτῷ ἶσοι,
534
οὗ τ᾽ ἐπὶ νῶτα ἔαγε ,
κάρη δ᾽ εἰς οὖδας ὁρᾶται,
535
τῷ ἴκελοι φοιτῶσιν ,
ἀλευόμενοι νίφα λευκήν.
536
καὶ τότε ἕσσασθαι ἔρυμα χροός ,
ὥς σε κελεύω,
537
χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα:
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.